1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

74

δὲ παραυτίκα τὴν σὴν ἀπόστασιν μαθόντες, μετὰ παντοδαπῆς ἀφί ξονται πανοπλίας, ἵπποις καὶ ἅρμασι κεχρημένοι, καὶ τοὺς ὑπηκόους ἅπαντας ἐπαγόμενοι, καὶ χαρα κώμασι τὰς σὰς ἀποτειχίσουσιν εἰσόδους. Τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς· "Βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ." Εἶτα ἐπιφέρει· Καὶ δώσω πρὸ προσώπου αὐτῶν κρῖμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὑτῶν. (κεʹ.) Καὶ δώσω τὸν ζῆλόν μου ἐν σοὶ, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ μου. Ἐπειδὴ γὰρ ἐκείνους τῆς ἐμῆς προετίμησας προμηθείας, δι' αὐτῶν ἐκεί νων πράξομαί σε δίκας τῆς εἰς ἐμὲ παρανομίας, καὶ τοῖς ἐκείνων σε παραδώσω κολαστηρίοις. ∆ιηγεῖται δὲ καὶ τῆς τιμωρίας τὰ εἴδη. Τοὺς μυκτῆράς σου, καὶ τὰ ὦτά σου ἀφελοῦσι, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ κατα βαλοῦσιν· αὐτοὶ τοὺς υἱούς σου καὶ τὰς θυγα τέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου καταφάγεται πῦρ. (κʹ.) Καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου, καὶ λήψονται τὰ σκεύη τῆς καυ χήσεώς σου. Τοὺς μὲν γὰρ, φησὶ, δορυαλώτους ἀποίσουσι, τοὺς δὲ ἐν τῇ παρατάξει κατακοντίσουσι, τοὺς δὲ ἀκροτηριάσουσιν ἀπηνίᾳ καὶ ὠμότητι χρώ μενοι· τὰ δὲ προσήκοντά σοι πάντα ληΐσονται, καὶ πυρὶ τὰ πλεῖστά σου παραδώσουσι. ∆είκνυσι δὲ καὶ τὴν ἐκ τῆς τιμωρίας ἐσομένην ὠφέλειαν. κζʹ. Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου τὴν ἐκ γῆς Αἰγύπτου οὐ μὴ μνησθῇς ἔτι. Ἐν γὰρ ἐκείνοις γενομένη τοῖς κακοῖς, ἐν αἰσθήσει γενήσῃ τῆς οἰκείας παρανομίας, καὶ βδελύξῃ λίαν ἐκεῖνα τὰ τῆς συμφορᾶς σοι ταύτης γενόμενα πρόξενα. κηʹ, κθʹ. ∆ιότι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μι σεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν. κθʹ. Καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει, καὶ λή ψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους 81.1044 σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα· καὶ ἀποκα λυφθήσεται ἡ ἀσχημοσύνη τῆς πορνείας σου καὶ τῆς ἀσεβείας σου. Ἐρασθεῖσα, φησὶ, τῶν Χαλ δαίων, πάλιν αὐτοὺς ἐμίσησας, ἀλλ' ἐγὼ τούτοις σε παραδώσω, καὶ διὰ τούτων σὲ δίκας τῆς τιμωρίας εἰσπράξομαι, καὶ διὰ τῆς τιμωρίας γυμνὴν ἅπα σαν ὑποδείξω σου τὴν ἀσέβειαν· μαθήσονται γὰρ οἱ τὰς σὰς θεώμενοι συμφορὰς, αἰτίαν τούτων τὴν σὴν γενομένην παρανομίαν. ∆ιὸ εἰκότως ἐπήγαγεν· λʹ. Ἡ πορνεία σου· ἐποίησέ σοι ταῦτα ἐν τῷ ἐκπορεύεσθαί σε ὀπίσω τῶν ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. Ἠκολούθη σας, φησὶ, τοῖς τῶν ἐθνῶν ἐπιτηδεύμασιν, ἃ τοῖς οἰκείοις χρώμενα λογισμοῖς ἐπενόησε τὴν ἀσέβειαν· οὐ μόνον δὲ, φησὶ, τῶν ἄλλων ἐθνῶν ἐμιμήσω τὴν ἀσέβειαν, ἀλλὰ καί· λαʹ. Ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω ἐγὼ τὸ ποτήριον αὐτῆς εἰς τὰς χεῖ ράς σου. Ἃ πέπονθε, φησὶν, ἡ Σαμάρεια, ταῦτα καὶ σὺ πείσῃ· ποτήριον γὰρ τὴν τιμωρίαν ἐκάλε σεν, ὡς κάρον καὶ μέθην τοῖς πίνουσιν ἐμποιοῦ σαν. λβʹ-λδʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος, Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ, καὶ τὸ πλατὺ, καὶ ἔσται εἰς γέλωτα καὶ εἰς μυκτηρισμὸν τὸ πλεονάζον. Τοῦ συντελέσαι μέθην, καὶ ἐκλύ σεως πλησθήσῃ, ποτήριον ἀφανείας καὶ ἀφα νισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας. Καὶ πιῇ αὐτὸ, καὶ ἐκστραγγιεῖς, καὶ τὰ ὄστρακα αὐ τοῦ κατατρώξεις, καὶ τοὺς μαστούς σου κατατι λεῖς. Βαθὺ τὸ ποτήριον ἐκάλεσε, διὰ τὸ μέγεθος τῆς συμφορᾶς· πλατὺ δὲ, διὰ τὸν τῶν ἑβδομήκοντα ἐτῶν χρόνον· ἀφανισμοῦ δὲ ποτήριον ὠνόμασε, διὰ τὴν γενομένην ἐρημίαν τῇ πόλει· τὸ δὲ "ἐκστραγ γιεῖς" προστέθεικεν, ἐπειδὴ τελευταίαν τὴν πο λιορκίαν ὑπέμεινε, καὶ τὰ ὄστρακα δὲ αὐτὴν ἔφη κατατρώξειν, διὰ τὸ ἐσχάτοις περιπεσεῖσθαι κακοῖς· τοὺς δὲ μαστοὺς κατατιλεῖν, διὰ τὴν ἐκ τῶν κακῶν γενομένην μεταμέλειαν. "Καὶ τὰς ἑορτάς σου, φησὶ, καὶ νουμηνίας σου ἀποστρέψω, διότι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος." Πᾶσάν σου πα νήγυριν, καὶ πᾶσαν θυμηδίαν κατασβέσω, καὶ ἐπι θήσω τοῖς λόγοις τὸ τέλος· ἀληθὴς γάρ εἰμι, καὶ ἀψευδὴς ∆εσπότης. λεʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος, Ἀνθ' ὧν ἐπελάθου μου, καὶ ἀπέῤῥιψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου, καὶ τὴν πορνείαν σου. Ἐπειδὴ προετίμη σας τῆς ἐμῆς θεραπείας τὰς τοῦ σώματος ἡδονὰς, δέξαι, φησὶ, τῆς ἀκολασίας τὰ ἐπίχειρα. Αἰνίττε