75
προστάσ σον ἐκείνῳ τὸ κατὰ βούλησιν, εἰ καὶ δυσὶ χρόνοις ὕστερον ἀνελάμβανε τὰ προστεταγμένα· κἄν πού τις, ἐφ' οἷς εἶχεν ὀχλούμενος, τὸ γράμμα τῆς χάριτος προὔτεινεν, εὐθὺς φανὲν δευτέρας ἰνδικτιῶνος ὄν, τὴν δόσιν ἀπεψηφί ζετο, ὡς ἐν καιρῷ μηδὲν ἀκριβείας καὶ προσοχῆς ἔχον τὸ γεγονός. Τότε δὲ καὶ πόλλ' ἄττα τοῦ κοινοῦ ταμιείου ἐξεφόρει καί, δημηγορῶν τοῖς συνει λεγμένοις πρὸς χάριν ἅπασαν, εἶτ' ἀμφοτέραις ἐκείνοις ἐξήντλει τὰ χρήματα, χύδην ἐκρίπτων κυνηδὸν συλλέγουσιν. Ἦν ταῦτα.
ʹ. Ὅπως τὰς ἄκρας ὠχύρου καὶ μήπω στεφθεὶς ὁ Παλαιολόγος. Κἀκεῖνος μὲν κατοχυροῦν τὰς ἄκρας προὔργου ποιούμενος, ἅμα δὲ καὶ δηλοποιούμενος αὐτῷ προσώπῳ τὴν τῆς βασιλείας ἀνάρρησιν, ἐπὶ Φιλα δελφείας ἔγνω χωρεῖν, λιπὼν τὸν νέον ἐν Μαγνησίᾳ, βασιλικῶς, ὡς ἔδει, θεραπευόμενον. Συνείπετο δέ οἱ καὶ ἅπαν τὸ στρατιωτικόν, προασπίζον τοῦ βασιλέως μεθ' ὅτι πλείστης εὐνοίας καὶ πρὸς τὸ πονεῖν ὁρμῆς ἑτοίμου, ὅπου γε καὶ καθ' ὧν ἴοι, προθύμως πολεμησείοντες. Τὸν μέντοι γε πατριάρχην ἐς Νίκαιαν ἀποπέμπει, μετ' ὀλίγον καταλαβεῖν καὶ αὐτὸς ὑπισχνούμενος συνάμα τῷ νέῳ, ταινιωθησόμενοι καὶ ἀμφότεροι. Ὁ μὲν οὖν πατριάρχης συνάμα τῷ κλήρῳ καὶ τοῖς ἀρχιερεῦσι, συνταξάμενοι τὰ εἰκότα τοῖς βασι 141 λεῦσι, τῆς ἐπὶ Νίκαιαν ἥπτοντο· ὁ δέ γε βασιλεύς, τὰς δυνάμεις ἀναλαβὼν καὶ συντάξας, συνάμα τοῖς ἐν τέλει ἐπὶ Φιλαδέλφειαν ἤλαυνε· καὶ δὴ ἐπιστὰς τῇ πόλει, ἐκεῖθεν τὰς ἄκρας ὠχύρου, τοὺς μὲν πέμπων, ἄλλους δ' ἐκεῖθεν δεχόμενος κατιόντας καὶ δώροις ὡς οἷόν τε φιλοτιμούμενος, προθύμους εἰς φυλακὴν ποιῶν καὶ θαρραλεωτέρους ἐλπίσι χρησταῖς καθιστάς. Προβὰς δ' ἐκεῖθεν μικρὸν καὶ τὰ κύκλῳ περιελθών, καὶ τοὺς μὲν προσλαλιαῖς ἀγαθαῖς, τοὺς δὲ φιλοτιμίαις, τοὺς δὲ καὶ ὑποσχέσεσιν, ἔστι δ' οὗ καὶ φόβον κιρνὰς ἡμερότητι, βασιλικῶς τὰ παρεμπίπτοντα μετερχόμενος, ὡς οἷόν τε τἀκεῖ καθίστα καὶ ἀσφαλέστερον φρουροῖς κατωχύρου. Εἶχε γὰρ τὴν ἐπὶ δύσιν μέριμναν, ὡς ἑτοίμως πρὸς τὸ ἀφηνιᾶν ἐχόντων, εἰ εὐχερείας τινὸς ἐπιδράττοιντο. Ὅθεν καὶ πρέσβεις εἰς Πέρσας ἐξαποστεί λας, τοῦτο μὲν δηλώσοντας εἰς τὴν ἀρχὴν καταστάντα ὃν καὶ ἀκριβῶς ἰδόντες ᾔδεσαν, τοῦτο δὲ καὶ τοῖς ἀμφὶ τὸν σουλτὰν περὶ τῶν ἐκεῖ πραγμάτων κοινολογησομένους, οὐδὲ τούτοις ἀγνοοῦσι τὸν βασιλεύσαντα, ἀλλ' ἐς τὰ μάλιστα φίλοις οὖσιν, αὐτὸς τὴν ταχίστην ὑποστρέψας καὶ τὸν παῖδα παραλαβών, ὑπὸ πολλῇ τρυφῇ τε καὶ δορυφορίᾳ μεγίστῃ τῆς ἐπὶ τῆς Νικαίας ἥπτετο. Ὡς δ' ἐπέστησαν, μὴ μελλήσαντεςοὐδὲ γὰρ ἦν ἀμελεῖν περὶ τῶν δυτικῶν σκοπουμένοις, εὐθὺς ηὐτρεπίζοντο τὰ τῆς ταινιώσεως, ἐλπιζόντων πάντων, ὃ δὴ καὶ συγκείμενον ἦν, ταινιωθῆναι μὲν τὸν νέον βασιλικῶς καὶ πρώτως εὐφημηθῆναι, στεφανωθέντα, καὶ προκατάγειν τὸν θρίαμβον, ἐκεῖνον δὲ καὶ τὴν ἐκείνου σύζυγον, ἐν ὑστέρῳ στεφανωθέντας, τῷ πρώτῳ μεθέψεσθαι κατὰ τὴν βασιλικὴν καὶ συνήθη προέλευσιν.
ζʹ. Ὅπως παρελογίσατο τὰς συνθήκας τῆς στεφηφορίας ὁ Παλαιολόγος. Τὸ δ' ἦν ἐκ πρώτης ἀφετηρίας δόλος καὶ παρασπόνδησις, εἰς οἷον ἧξον τέλος, οὐδὲν τὸ παράπαν ἀγνοηθὲν τοῖς πολλοῖς. Οἱ μὲν οὖν ἐν τέλει προκα τελήφθησαν, εὖ παθόντες καὶ εὖ ἔτι τυχεῖν ἐλπίζοντες· ἐπέδησε δ' αὐτῶν τὰς γλώσσας, πλὴν ὀλίγων τινῶν, τὰ φιλοτιμήματα, καὶ εἶχον ἡσύχως καθ' ὅ τι πραχθείη. Τινὲς δὲ τῶν κακῶς παθόντων, εἰς ἄμυναν λογιζόμενοι τὴν τοῦ παιδὸς καταφρόνησιν, καὶ προσέχαιρον. Ὁ μέντοι γε πατριάρχης ἔτι καὶ αὐτὸς ἐν ἐλπίσιν ἦν τοῦ μηδέν τι παραβαθῆναι τῶν συγκειμένων καὶ οὐδέν τι 143 προσεξηρεύνα. Ἐκεῖνος δέ, τισὶ τῶν ἀρχιερέων τὸ σκέμμα κοινωσάμενος καὶ ὡς οὐκ ἄξιον εἴη παιδὶ ὄντι καὶ τὴν ἡλικίαν ἀτελεῖ τὴν τῆς βασιλείας ταινίωσιν προσδεδέχθαι καί οἱ προβεβηκότος ἤδη καὶ τὸν βίον κατατετριφότος ἐν πράγμασι προηγεῖσθαι ἐν θριάμβοις καὶ εὐφημίαις, ἐθάρρει λαβὼν ὑπο σχέσεις, ὡς καὶ αὐτούς, ἀξιοῦντας ταῦτα καὶ ὡς δικαίοις προσκειμένους τοῖς λεγομένοις, ἔχειν καὶ τὸν πατριάρχην συμπείθειν τὰς ἐπὶ τῷ παιδὶ ἀναρρήσεις