Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
τούτου πάλιν· Ἀλλ' ὑποψίαν ἔχω, ὅτι, ἐὰν ἕτερόν τινα πάρεξ σοῦ ἀποστείλω, οὐ φυλάξει μοι τὴν πρέπουσαν εὔνοιαν καὶ πίστιν, μή πως ἀπατήσωσιν αὐτὸν οἱ δεσπόται καὶ ἀδελφοί μου, ὑποσχόμενοι τούτῳ διὰ 20χρυσοβούλλου20 τινὰ κώ μην ἢ χώραν αὐτῷ καὶ τοῖς κληρονόμοις αὐτοῦ κατὰ διαδοχήν, καὶ πει σθεὶς ἀποδοκιμάσῃ τὰ τέτταρα εἰρημένα κεφάλαια καὶ πράξῃ κατὰ τὸ πέμπτον, ὅπερ βαρύτατόν μοι ἔσεται. 16. Αὐτὸς οἶδας καὶ τὸν ἀπὸ τῆς Κύπρου ῥηγίσσας τῆς ἐμῆς ἀνε ψιᾶς ἀποσταλέντα μοναχὸν λέγοντά μοι, ὅτι, ἐπεὶ ἡ ῥήγισσα οὐκ εἶχεν ἄνθρωπον πιστὸν καὶ ἐπιτήδειον μηνῦσαί μοι δι' αὐτοῦ, τὰ ὅσα ἦν ἀναγ καῖα, οὔτε δυνατὸν ἦν, ὡς ἐκείνη ἐπεθύμει, συλλαλῆσαί μοι διὰ στόματος, ἐξαποστείλω ἐγὼ πρὸς αὐτὴν ἄνθρωπον ἐκ τῆς ἡμετέρας αὐλῆς δόκιμον καὶ πιστόν. ∆ιὰ τοῦτο ἕτερόν τινα οὐχ ἁρμόζει πάρεξ σοῦ εἰδέναι τὰ μυ στήρια ἡμῶν· καὶ οὐδεὶς ὁ ἁρμοδιώτερός σου, εἰ μὴ μόνον σύ, ὁ πράξας καὶ στήσας καὶ ὁμιλήσας καὶ πληροφορήσας τὰ πάντα μετ' αὐτῆς καὶ ἐν ἑτέρῳ καιρῷ· διὸ οὐ δύναται δι' ἄλλου τινὸς ἡ ὑπόθεσις πέρας λα βεῖν. 17. Ἐγὼ δὲ πάλιν ἀποκριθεὶς εἶπα τῷ βασιλεῖ· Ὡς κελεύει ἡ βα-σιλεία σου, τοιούτως ἔχει. Ἕνεκεν τούτων τῶν εὐλόγων αἰτιῶν ἡ ἐμὴ σύνευνος ἡ δούλη σου ἅμα τοῖς ἐμοῖς συγγενέσιν οὐ κωλύσωσί με, εἰ τύχῃ καὶ ποιήσω τὸ προσταχθέν μοι· ἣν εὐμενίσω, ἀναφέρων αὐτῇ ἔτι περὶ ὧν διὰ τῆς καλοκαγαθίας τῆς βασιλείας σου ἔταξάς μοι περὶ τῆς 20ἐμῆς θυγατρὸς ὑπανδρίας καὶ τόπων καὶ20 τιμῆς δωρήσεως καὶ ἀναδοχῆς πλέον τῶν ἄλλων ἀρχοντισσῶν. Καὶ οὕτως καιροῦ δὴ ὄντος τοῦ ἀριστῆναι, προσκυνήσας ἐγὼ ἀπῆλθον οἴκαδε. 18. Μετὰ δὲ τὸν ἄριστον ἐλθόντος τοῦ μεγάλου δουκὸς ἐν τῷ πα λατίῳ, ἐφήσατο αὐτῷ ὁ βασιλεύς, τὰ ὅσα μετ' ἐμοῦ ἐλάλησε περὶ τοῦ 372 πρέσβυν με ἐπελθεῖν, ἀλλ' οὐκ ἀπεκάλυψεν αὐτῷ δι' ἣν αἰτίαν. Καὶ προσ έθηκε καὶ τοῦτο, ὅτι ἀναγκαῖόν ἐστι τιμήσωμεν καὶ ἡμεῖς τὸν Φραν τζῆν, διότι τὸ ὀφφίκιον, ὃ κέκτηται, οὐκ ἔστιν εὐχαριστία οὐδεμία πρὸς ἡμᾶς, ἐπεὶ παρὰ τοῦ βασιλέως τοῦ ἀδελφοῦ μου εὐηργετήθη αὐτό. ∆ιὸ λέξον αὐτῷ, ποῖον ἄλλο τῶν ὀφφικίων ὀρέγεται· καὶ ἀκούσωμεν. Καὶ ἐξελ θὼν ὁ δοὺξ καὶ εὑρών με ἐπυνθάνετο, τί ὀφφίκιον ὠρεγόμην, ἵνα δωρή σηταί μοι ὁ βασιλεύς. Ἐγὼ δὲ ἀποκριθεὶς εἶπον, ὅτι κατὰ νοῦν εἶχον καὶ ἐγὼ αἰτῆσαι μεῖζον ὀφφίκιον, ὅπερ οὐ κέκτηται ἄλλος καὶ οὔτε ζῶν τός μου εὐεργετήσῃ τινὶ ἑτέρῳ πλὴν ἐμοῦ· καὶ τὸ πρέπον οὕτως μοι δο κεῖ εἶναι, ὃ καὶ ὀρέγομαι, ἐπεὶ καὶ πρὸ20 τοῦ ἀπελθεῖν με εἰς Τραπεζοῦντα τοσαῦτα ὀνείδη καὶ κατηγορίας ἤκουσα καὶ ὑπέφερα διὰ τὸ εἶναι καὶ ἐτέ ρους δύο ἄρχοντας ἐν τῷ ὀφφικίῳ, ὃ ἔχω· ὃ οὐκ ἤθελα. Ἀλλ' ἵνα βεβαιω θῇ ὁ λόγος μου, ὡς μοι εἴρηκας κἀγὼ ὀρέγομαι, εἰ καὶ ἀρεστόν ἐστι τῷ αὐθέντῃ μου τῷ βασιλεῖ, εὐεργέτησαί μοι τὸ ὀφφίκιον τοῦ μεγάλου κοντοσταύλου. Καὶ οὕτως ἀπῆλθεν ὁ Νοταρᾶς καὶ ἀνέφερε πάντα τῷ βασιλεῖ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Αὐτὸ γὰρ τὸ ὀφφίκιον οὐ δίδωμι οὐδενί, ὅτι ὁ πρώην μου πενθερός ἐστι μέγας κοντόσταυλος, γεγονὼς ἐν τῇ Πελοποννήσῳ παρὰ τοῦ βασιλέως τοῦ πατρός μου, ὅτε ᾠκοδόμει τὸν Ἰσθμόν. Πλὴν δώσω αὐτῷ ἕτερον μεῖζον ὀφφίκιον, τὸ τοῦ μεγάλου λο γοθέτου. Ὁ δὲ δοὺξ ἀποκριθεὶς εἶπε· Καὶ τί γενήσεται μετὰ τοῦ Πα λαιολόγου τοῦ Μετοχίτου, ὅτι ἡ βασιλεία σου ζητήσει τοῦ δεσπότου τοῦ ἀδελφοῦ σου ἐποίησας στρατοπεδάρχην τὸν τοῦ Καντακουζηνοῦ υἱὸν διὰ τὴν τῆς συγγαμβρίας συγγένειαν καὶ διὰ τὸν πρωτοστράτορα τὸν ἑαυ τοῦ πατέρα; Καὶ ἂν δώσῃς τῷ Φραντζῇ τὸ τοιοῦτον ὀφφίκιον, ὅ ἐστι πρῶτον τοῦ μεγάλου στρατοπεδάρχου, τί γενήσεται; Ὅμως εἰ ἀρεστόν ἐστι τῇ βασιλείᾳ σου, εὐεργέτησον αὐτῷ τὸ τοῦ μεγάλου πριμικηρίῳ ὀφφίκιον, ὅ ἐστι μετὰ τὸ τοῦ μεγάλου στρατοπεδάρχου. Ὁ δὲ βασιλεὺς εἶπεν· Ἐγώ σοι προεῖπον, ὅτι ὁ Φραντζῆς οὐδὲν ὀφφίκιον δέχεται παρ' ἄλλου κρατούμενον, εἰ καὶ μειζότερον εἴη· Πῶς οὖν καταδέξηται τὸ τοῦ μεγάλου πριμικηρίου; Ὅμως ἐκ δευτέρου λάλησον αὐτῷ καὶ ἴδωμεν τὴν γνώμην αὐτοῦ. Λοιπὸν αὖθις ἦλθε πρός με ὁ μέγας δοὺξ λέγων· Ὁ βασιλεὺς ἔφη, ὅτι τὸ τοῦ μεγάλου