γήρᾳ πίων, πολλὰ ἀγαθὰ πληθύνε ται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἐν ταῖς καλουμέναις εὐπαθείαις εσονται, οἱονεὶ ἐν τῇ χαρᾷ καὶ εὐλαβείᾳ τοὺς τῆς ἀρετῆς στε φάνους κομιζόμενοι. 92.1,2 ̔Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. ̓Ενεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο, καὶ γὰρ ἐστερέωσε τὴν οἰκου μένην, ητις οὐ σαλευθήσεται. Ετοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ ει. Οἱ μὲν πρῶτοι τρεῖς στίχοι παρ' αὐτοῦ τοῖς ἀκούουσι λέγονται, διδάσκοντες ἡμᾶς τί ἐνεδύσατο καὶ περιεζώσατο βασιλεύσας, καὶ πῶς τὴν μὲν σαλευομένην οἰκουμένην ἐστε ρέωσεν. ̔Ο δὲ ἑξῆς πρὸς αὐτὸν, η ̓Ιησοῦ ψυχὴ κοσμησαμένη τῷ πρωτοτόκῳ πάσης κτί σεως, οντι δυνάμει, ὡς καὶ ὁ ̓Απόστολος ἐδίδαξεν. Οιμαι δὲ οτι καὶ εὐπρέπεια Κύριός ἐστιν ος ἐβασίλευσε, καὶ εὐπρέπειαν ἐνεδύσατο. Χρεία γὰρ ην, ὡς διὰ τὸ μέγεθος περικε χύμενον αὐτὸν, ουτω τὴν δύναμιν μέγισ τον ουσαν χιτῶνα στεῖλαι τῇ ζώνῃ (μέγας γὰρ ὁ κόσμος) καὶ ἐσταλμένην αὐτὴν χωρῆ σαι ἠδύνατο. Τῷ σώματι χιτῶνα ζώννυταί τις, ινα εὐσταλῶς ῃ περικείμενος. Αλλοι δὲ οἰήσονται χιτῶνα καὶ ζώνην ειναι τὴν δύναμιν, οἰκουμένην δὲ στερεωθεῖσαν ὑ πὸ τοῦ βασιλεύσαντος Κυρίου, καὶ μὴ σαλευ θεῖσαν νομίζω ειναι τὴν ἐκκλησίαν. ∆είκνυ σιν τὰ ἐντεῦθεν γενόμενα κατορθώματα· εδ ραιε, φησὶ, τὸν οικόν μου, ἀπέφηνε καὶ στεῤ ῥὰν καὶ τὸ βέβαιον τῆς ἀληθείας εχουσαν· οὐκέτι γὰρ οἱ ανθρωποι νῦν μετὰ τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσι, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσνέμουσι. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν αχρις ου πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ [ὑπέταξεν]. Ετοιμος, ἀντὶ τοῦ ἑδραῖος καὶ ἐν τῷ ἀ μετατρέπτῳ ἱδρυμένος. Καὶ τό· ἀπὸ τότε, ἀντὶ τοῦ ανωθεν καὶ ἀπ' ἀρχῆς, ὡς καί· ἀ πὸ τότε ἡ ὀργή σου, ἀντὶ τοῦ· ἐξ ἀρχῆς προέγνωστό σοι τὰ τῆς τιμωρίας τοῦ πολε μίου. Ειτα ἐπεὶ ειπεν, οτι ἐξ ἀρχῆς βασι λεύεις, ἐπήγαγε βεβαιῶν, οτι ἀπὸ αἰῶνος σὺ ει. Οὐ νῦν, φησὶ, τὴν τῆς βασιλείας ἐδέ ξω χειροτονίαν, ἀλλ' ἀΐδιον εχεις τὴν βασι λείαν. Η ετοιμος ὁ θρόνος σου, διὰ τὸ προορισθῆναι ἀπὸ καταβολῆς κόσμου τὴν τοῦ ἀνθρωπείου γένους σωτηρίαν διὰ τῆς παρουσίας αὐτοῦ. Θρόνος γὰρ τὴν ἀνάστα σιν σημαίνει, τὴν ἑτοίμην εἰς τὸ κρίνειν τοὺς ἀδικήσαντας ἡμᾶς δαίμονας. Τὸ δέ· ἀπὸ τό τε, ἀορίστως, ἀντὶ τοῦ ἀεί· τὴν γὰρ υπαρ ξιν ἀΐδιον κέκτηται. 92.3 ̓Επῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆ ραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Ποταμοὺς δὲ καλεῖ καὶ τὰ στρατόπεδα τῶν ἐχθρῶν, διὰ τὸ σφοδρὸν τῆς ὀργῆς· διὰ τοῦτο γὰρ ειπεν ἀπὸ ὑδάτων πολλῶν, ἀντὶ τοῦ· πολλοὶ οντες. Ποταμοὺς γὰρ ἐκείνους εἰπὼν, τῇ τροπολογίᾳ ἐπέμεινεν. 92.4 ̓Αροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐ τῶν. Ποταμοὺς δὲ [νόει] τοὺς ἱεροὺς ἀποστό λους καὶ τοὺς εὐαγγελιστὰς, οἱ τὴν τοῦ Θεοῦ ἐκκλησίαν τοῖς πνευματικοῖς κατηύφραναν νάμασι· ουτοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐ τῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγ ματα, καὶ τὰς οἰκείας πορείας πορευόμενοι. ̓Επιτρίψεις γὰρ τὰς τρίβους αὐτῶν ἐκάλεσε. Τουτέστιν οἱ πρῶτοι πιστευθέντες τὸ κήρυγ μα, ἐπειδὴ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρί βειν τὴν ὑποκειμένην γῆν καὶ πόρειαν ἐρ γάζεσθαι, εἰκότως τρίψιν ποταμῶν τὴν πο ρείαν ἐκάλεσε. Θαυμαστὸς ἐν ὑψηλοῖς Κύριος, τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Τῷ οικῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μα κρότητα ἡμερῶν. Οὐκοῦν ἐν τοῖς τυχοῦσι, ψεκτῶς ταπει νοῖς, θαυμαστὸς ὁ Κύριος; καὶ ινα δὲ ἡ μαρτυρία σου πιστὴ, σοφίζουσα νήπια; - Η καὶ ουτως· προκατηγγέλλετο γὰρ παρὰ τῶν προφητῶν, ὡς ταῦτα πείσονται ἁμαρτά νοντες. -Τῷ οικῳ σου πρέπει ἁγίασμα, Κύριε. Οικος Κυρίου, ψυχὴ καθαρὰ· ἐνοική σω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. 93.1 Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκ δικήσεων ἐπαῤῥησιάσατο. ̔Ο τῶν ἐκδικήσεων Θεὸς, κολάζων καὶ ἐκδικῶν τῷ δικαίως ταῦτα ποιεῖν παῤῥησιά ζεται, ἐπιδεικνύμενος τῇ κτίσει τοὺς θαυμα σίους παρὰ τούτων λόγους, καθ' ους τὰ τῶν ἐκδικήσεων ἐνεργεῖ. 93.2 ̔Υψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Οὐ θαυμαστὸν, εἰ ὑψοῦται ἐπὶ τοὺς ὑπὲρ γῆν ὁ Κύριος, ἀλλ' ἐν