ὀνόματα εἰς ταύτην τὴν διαφορὰν διαθέσθαι λέγων· «Παρα καλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας,» μείζονα λέγων ὡς ἐμοὶ δοκεῖ τῆς δεήσεως τὴν προσευχὴν, καὶ τούτων τὴν ἔντευ ξιν, πάντων δὲ τὴν εὐχαριστίαν. Εἴποιμ' ἂν οὖν, ὅτι τοῦ ἔτι ἐνδεοῦς, καὶ οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας αἰτῶ τι παρὰ τοῦ Θεοῦ, τότε προσεύχομαι· ὅταν δὲ φίλος ἐπὶ πλεῖον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. «Ἐν τῷ αἴρειν με χεῖρας πρὸς ναὸν ἅγιόν σου.» Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν. Ἐπῆρε Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν ὁ Ἀμαλήκ· καὶ, «Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλο γισμοῦ·» καὶ, «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Εἴποιμι ἂν οὖν, ὅτι αἱ χεῖρες ἡμῶν εἰσιν αἱ κατὰ θεοσέβειαν πράξεις. Ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν· ὅταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ' ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν. Οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ. Ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ. Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, κ. τ. ἑ. Εἰ ἐφ' ἡμῖν ἑκάτερον, τί τῶν ἀγαθῶν Θεῷ τὴν αἰτίαν ἀνέθηκεν; Ἀλλ' ὅτι ὅτε συνέλκει πρὸς τοὺς τοιούτους Θεὸς τὸν σῶσαι δυνάμενον; Τοιγαροῦν τε λωνῶν φίλος ἤκουσεν ὁ Σωτὴρ, μηδὲν ἐξ ἐκείνων βλαπτόμενος. Τοιαύτην οὖν ἕξιν ἀναλαβεῖν αἰτεῖ. Ἴσως δὲ τοὺς πάνυ ἁμαρτωλοὺς παραιτεῖται, ὁποίους ἐπάγει τοὺς ὃ μὴ φρονοῦσι λαλοῦντας. Εἰ γὰρ καὶ μετὰ πόρνης γέγονεν ὁ Σωτὴρ, ἀλλ' ᾀδούσης εἰρηνικὰ καὶ τἀναντία λογιζομένης. Τοῦ αὐτοῦ. Τίς χρεία ταῦτα λέγεσθαι; ἤτοι γὰρ ποιεῖς τὴν ἀνομίαν, καὶ συναπολλύει σε, καὶ μά την λέγεις ταῦτα πρὸς Θεόν· ἢ οὐδὲν ποιεῖς ἄνομον, καὶ οὐκ ἀπολλύει ὁ Θεός. Ὁ Θεὸς γὰρ οὐχ οὕτως ἄδι κός ἐστι. Τολμῶμεν οὖν ἀπὸ τοῦ Εὐαγγελίου, καὶ λέ 12.1288 γομεν, ὅτι ὁ Θεὸς συνέλκει τὸν δίκαιον μετὰ ἁμαρτω λῶν, συνέλκει τὸν δίκαιον διὰ τοὺς ἁμαρτωλοὺς, καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἵνα σωθῶσιν. Οἱ δὲ μὴ εἰδότες τοῦτο τὸ μυστήριον ἐνεκάλουν τῷ Ἰησοῦ, λέγοντες· «Ἐσθίεις καὶ πίνεις μετὰ τῶν ἁμαρτω λῶν.» Αὐτὸς δὲ μακρὰν ἦν τῆς ἀπ' αὐτῶν βλάβης, πρὸς τὸ καὶ ὠφελεῖν αὐτούς. Οὕτω καὶ εἴ τις Χριστοῦ μιμητὴς τοῦτο ποιεῖ. Ἐὰν μέντοιγέ τις μὴ παρε σκευασμένος ᾖ, μηδὲ δύναμιν ἔχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἁμαρτωλῶν καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν, οὔτε ἐκείνους ὠφε λήσει, καὶ ἑαυτὸν προσαπολέσει. Τοιγαροῦν καὶ ἐν θάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται, ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργα ζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς. Ἴσως δὲ καὶ τοὺς τὰ ἀνίατα ἁμαρτάνοντας παραιτεῖται, τοῦτο λέγων. Καὶ γὰρ προσέθηκε· «Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν καρ δίαις αὐτῶν.» Σφόδρα γὰρ ἀσεβεῖς, ὅτι οὔτε ὡς φίλοι διάκεινται, οὔτε ὡς ἐχθροὶ λαλοῦσιν, ἀλλ' ἔχουσι μὲν τὴν ἔχθραν ἐν ἑαυτοῖς, λόγοις δὲ εἰρηνικοῖς ὑποκρί νονται φιλίαν. Τῶν δὲ τοιούτων ἀνθρώπων μιαρώτερον οὐκ ἔστι. Τοὺς οὖν τοιούτους ὁ δίκαιος παραιτεῖται. Ὁρᾶτε γὰρ ὡς καὶ ὁ Σωτὴρ ἡμῶν μετὰ ἁμαρτωλῶν ἐγένετο καὶ μετὰ πόρνης, οὐ μέντοι λαλούσης μὲν εἰ ρηνικὰ, κακὰ δὲ ἐχούσης ἐν τῇ καρδίᾳ ἑαυτῆς. Ἢ εὔ χεται λέγων· Ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι, μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰ τῶν ἐργα ζομένων αὐτήν. ∆ὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κα τὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν, κ. τ. ἑ. Αἰτεῖ αὐτοὺς κακωθῆναι διὰ παιδείας, ὅπως ἂν παύσωνται πλημμελοῦντες. Ἔργα δὲ λέγει τὰ κρυ πτά· κακὰ γὰρ ἐν ταῖς καρδίαις ἐλάλουν. Τοῦ αὐτοῦ. ∆ιδασκόμεθα ὑπὸ τοῦ λόγου ἀπο θέσθαι πάντα τὰ ἁμαρτήματα· εἰ γὰρ οὐκ ἐσμὲν κα θαροὶ, δεῖ ἡμᾶς κολασθῆναι, ἵνα παιδευθῶμεν. «Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν,» φησὶ, «δὸς