De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασ μολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν-, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί ἂν βούλοιτο δρᾶν αὐτοὺς ἔν γε τουτῳῒ διαμαθεῖν ἀξιῶν· ἤρετο δὲ φθάσας ὁ Ἰησοῦς· "Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;" Πέτρου δὲ εἰπόντος· "Ἐκ τῶν ἀλλο τρίων," ἔφη προστιθείς· "Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βαλὲ ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καί, ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ." Αἰσθάνῃ δὴ οὖν ὅτι τῇ οἰκείᾳ φύσει προσμεμαρτύρηκε τὸ ἐλεύθερον; Τοῦτο δ' ἂν εἴη τὸ ὑπὲρ κτίσιν· δοῦλον γὰρ τοῦ πεποιηκότος τὸ παροισθὲν εἰς γένεσιν. Οὕτω καὶ ὁ θεῖος ἡμῖν ἀνακε κράγει ∆αβὶδ πρὸς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν· "Ὅτι τὰ σύμπαντα δοῦλα σά." Οὐκοῦν ἐν μέτροις ἡμῖν οὐχὶ τοῖς δουλοπρεπέσιν, οὐδὲ ἐν τοῖς ὑπὸ ζυγὸν ὁ Υἱός, 516 ἀλλ' ἐν φύσει τῇ θείᾳ καὶ ὑπερτάτῃ καὶ ὑπερθρωσκούσῃ τὰ γενητά. {Β.} Ἀληθές. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, τὸν οὕτω σεπτῷ κατηγλαϊσμένον ἀξιώματι τοῖς τῆς δουλείας ζυγοῖς ὑποθήσομεν, εἰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγοιτο; Καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Εἰ γὰρ γέγονεν ἐν δούλου μορφῇ, φαίην ἂν ὅτι πρὸ τῆς τοῦ δούλου μορφῆς διετέλει που πάντως ἐν ἐλευθέρᾳ τε καὶ ἀνειμένῃ φύσει. Οὐδὲ γὰρ ἂν γένοιτό τι τῶν ὄντων ὃ ἦν, τὸ δὲ ἐν οἷς ἦν εἰ πρόοιτο, τὴν ἐφ' ἕτερόν τι μεταδρομὴν ποιοῖτ' ἂν εἰκότως. Ἥκει τοίνυν ἡμῖν, οὐκ ἐξ οἰκετῶν εἰς οἰκέτην, ἀλλ' ἐξ ἐλευθέρας φύσεως ὁ Υἱὸς εἰς τὴν τοῦ δούλου μορφήν. Ἀλλ' εἴπερ οὐδὲν τὸ μεσολαβοῦν, εἰ μηδὲν ὁ χρόνος, εἰ προσώπων ἔρευνα τὸ τελοῦν εἰς ὄνησιν ἐν τούτοις οὐκ ἔχει, καὶ εἰ γυμνὸς ἔτι νοοῖτο λοιπὸν καὶ δίχα σαρκὸς ὁ Λόγος, ἐλεύθερος μὲν οὐχί, διακεκλήσθω δὲ δοῦλος καὶ ἐπαριθμείσθω τοῖς ὑπὸ ζυγόν. {Β.} Εἶτα πῶς οὐχ ἁπάσης ἡμῖν ἀτοπίας ἀνάμεστα ταυτί; {Α.} Οὐκοῦν, ἀκουόντων οἱ δι' ἐναντίας· Καιροὺς καὶ πρόσωπα βασανίζειν οὐκ ἀνεχόμενοι, ποῖ φέρεσθε, τί δρᾶτε, ὦ παντὶ πνεύματι πονηρῷ παράφοροι καὶ ἁλώσιμοι; Τί συγχεῖτε τὰ ἄμικτα, καιροῦ καὶ προσώπων καὶ λογισμῶν ἀφειδήσαντες, δι' ὧν ἂν γένοιτο σαφὴς καὶ λίαν εὐκρινεστέρα τῶν ἐφ' Υἱῷ λαλουμένων ἡ θεωρία; Ὅπου μὲν γὰρ οὐκ ἐν σαρκὶ γεγονὼς Θεὸς ἦν ὁ Λόγος, γεγεννημένος ἐκ Πατρός, ἐκεῖ κατασκέπτου τὸ ἀμίκτως ἔτι θεοπρεπὲς ἀξίωμα, τὴν εἰλικρινῆ καὶ ἀσύγχυτον δόξαν, τὸ ἐξῃρημένως ἐλεύθερον, τὸ ἰσοσθενὲς τῷ Πατρί. Παρήχθη γὰρ δι' αὐτοῦ πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Κοινοβουλία τε καὶ ἰσουργία καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ὁμοιότης γέγραπται διὰ Μωσέως. Εἰσκεκόμικε γὰρ ἡμῖν λέγοντα Θεόν, δῆλον δὲ ὅτι, πρὸς τὸν ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνυφεστῶτα Λόγον· "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Τὸ γάρτοι ποιή σωμεν οὐχ ἑνί, πρέποι δ' ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο τισίν. Ἐπειδὴ δέ, φειδοῖ καὶ ἀγάπῃ τῇ εἰς ἡμᾶς, ἐξ ἐμφύτου καὶ θεοπρεποῦς ἡμερότητος οἱονεὶ κεκινημένος, "ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τετα πείνωκεν ἑαυτόν," ποῖος ἡμᾶς ἀναπείσει λόγος, τοὺς οἵ γε φρονεῖν ὀρθὰ περὶ αὐτοῦ διεσκέμμεθα, τοῖς τῆς κενώσεως 517 μέτροις ἐπιτιμᾶν καὶ κατασμικρύνειν ἐπείγεσθαι τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν καθέντα πρὸς κένωσιν τὴν ἰδίαν ὑπεροχήν; Τότε γὰρ δὴ καὶ πρωτότοκος ὁ Μονογενής, λελόγισται δὲ καὶ ἐν πολλοῖς ἀδελφοῖς ὁ εἷς τε καὶ μόνος, ὡς Υἱὸς ἐκ Πατρός. Καθίκετο γὰρ εἰς ταπείνωσιν καὶ πέφηνε καθ' ἡμᾶς, οὐχ ἵνα τι πάθοι τῶν ἀδικεῖν εἰωθότων, τὸ εἶναι Θεὸς ἀποβαλὼν καὶ Υἱὸς ἀληθῶς, ἀλλ' ἵνα τὸ φύσει δοῦλον καὶ γενητόν, τουτέστιν ἡμᾶς, εἰς τὴν ἑαυτῷ τε καὶ μόνῳ κυρίως ἐνοῦσαν ἀνακομίσειε δόξαν, υἱοὺς ἀποφήνας Θεοῦ. Ὅταν οὖν ἡμῖν συντάττηται διὰ τοῦ καλεῖσθαι πρωτότοκος, οὐχ ἡμεῖς αὐτὸν εἰς τὸ παρὰ φύσιν ἐκβιασόμεθα, πολλοῦ γε καὶ δεῖ· ἀνακομίσει δὲ μᾶλλον αὐτὸς ἡμᾶς πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα. Τὸ γάρ τοι