Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
κοντοσταύλου ὀφφίκιον, ἐπεὶ ὁ πενθερός, αὐτοῦ ἔχει τοῦτο, οὔτε σοι οὔτε ἄλλῳ τινὶ εὐεργετήσει αὐτό, ἀλλὰ δώ σει σοι τὸ τοῦ μεγάλου πριμικηρίου, ὅπερ καὶ πρῶτον τούτου ἐστί. Κἀ γὼ εἶπον αὐτῷ, ὅτι εἰ καὶ πρῶτον τοῦ μεγάλου δουκὸς ὀφφικίου ἧτο, οὐ 374 θέλω ἀφαιρεθῆναι ἀπὸ ἄλλου καὶ20 δοθῆναι ἐμοί. Καὶ οὕτως διελύθη ὁ σύλλογοσ. 19. Βουλευθέντος δὲ μοῦ μετὰ τῶν συγγενῶν μου καὶ φίλων καὶ οἰκείων, περὶ ὧν ὁ βασιλεύς μοι ἐπηγγείλατο, καὶ καλῶς πᾶσιν ἔδοξεν, 20ἵνα τὸ συνοικέσιον τῆς ἐμῆς θυγατρὸς γένηται. Περὶ δὲ τοῦ ὀφφικίου, ὡς τὸ φέρον φέρῃ· καὶ ἀπέλθω καὶ εἰς Πελοπόννησον καὶ Κύπρον καὶ σὺν ἐμοὶ ἄρω καὶ τὸν ἄριστόν μου υἱὸν τὸν καὶ κρείτ τονα σχεδὸν εἰπεῖν πάντων τῶν συνηλικιωτῶν αὐτοῦ καὶ ἀπὸ τῆς κινητῆς μου περιουσίας τὸ πλέον μέρος, καὶ ἀπελθεῖν ἡμᾶς διὰ ξηρᾶς, ὅπως κἀ κεῖνος ἴδῃ τοὺς τόπους καὶ παιδευθήσεται εἰς πᾶν τὸ χρήσιμον ἐν τῷ βίῳ. Καὶ εἰ ἴδωμεν, ὅτι ὁ ἀμηρᾶς καθ' ἡμῶν βούλεταί τι ποιῆσαι, ἐάσω τὸν υἱόν μου ἐν τῇ Πελοποννήσῳ μετὰ τῆς κινητῆς μου ὑπάρξεως παρὰ τοῖς μητρικοῖς 20μου20 γνησίοις συγγενέσι τοῖς κατοικοῦσιν ἐν χώραις τοῦ μελλογάμβρου μου20· εἰ δὲ οὐκ ἔσεταί τι, ἐπανα στρέψει πάλιν σὺν ἐμοὶ ἐν τῇ πατρίδι. 20. Ἕνεκεν λοιπὸν τῶν εἰρημένων πασῶν αἰτιῶν, δηλονότι τοῦ συνοικεσίου τῆς θυγατρός μου καὶ20 τῆς τῆς μάχης ὑποψίας καὶ τῶν λοιπῶν, ὡς προείπομεν, ἡ σύνευνός μου συνεχώρησε τὴν πάλιν ἐξέλευσίν μου. 20Ὡς οὖν τὰ τῆς θυγατρός μου συνοικεσίου ἐδιωρθώσαμεν ποιήσαντες τὰ προικοσύμφωνα καὶ ἱερολογίαν τοῦ ἀῤῥαβῶνος, καὶ χαρὰς διὰ τοὺς γάμους ποιήσαντεσ, πάντα τὰ ἀναγκαῖα διὰ τὴν ὁδὸν ᾠκονομήσαμεν, εἰ μὴ μόνον τὰς βασιλικὰς προστάξεις διὰ γραμμάτων προσεδόκουν λαβεῖν. 21. Καὶ ἀπελθὼν εἰς τὸ παλάτιον εἰσελήλυθα ἔνδον τοῦ βασιλέως κελλίου, ὡς σύνηθές μοι, καὶ οὐχ εὗρον αὐτόν· περὶ οὗ ἠρώτησα καὶ ἐῤῥέθη μοι, ὅτι ἐν τῷ τετρασσάρῳ δωματίῳ ἑτέρῳ πλησίον τοῦ κελλίου αὑτοῦ συνελάλει τῷ ἱερεῖ Ἀντωνίῳ τῷ Ῥοδαίῳ. Κἀγὼ προσμείνας μικρόν, ἰδοὺ ὁ βασιλεὺς ἐξερχόμενος θυμοῦ πνέων καὶ λέγει μοι· Εἶδες τὸν μεσά ζοντά σου τὸν Νοταρᾶν, τὶ διὰ τοῦ ἱερέως Ἀντωνίου μηνύει μοι; Εἶτα παραλιπὼν τὴν ὕβριν λέγει μοι πάλιν· Σὺ ἐζήτησας τὸ ὀφφίκιον τοῦ μεγάλου κοντοσταύλου· ἐγὼ εἶπον τῷ Νοταρᾷ, ὅτι οὔτε σοὶ οὔτε αὐτῷ, οὔτε ἄλλῳ τινὶ δώσω διά τινας αἰτίας, ὡς εἶπον, ἀλλ' ἔφην αὐτῷ, ἵνα δώσω σοι τὸ ὀφφίκιον τοῦ μεγάλου λογοθέτου. Ὁ δὲ εἶπέ μοι ὅτι, εἰ Παλαιολόγος ὁ μέγας στρατοπεδάρχης ἀκούσῃ τοῦτο, τί γενήσεται, εἰ σοὶ εὐεργετήσω τὸ τοιοῦτον ἀξίωμα; Καὶ σήμερον ἔστειλεν, ὃν εἶδες ἐξελθεῖν, τὸν ἐν σχήματι καὶ θεωρίᾳ ἐπιτήδειον, τῷ δὲ τρόπῳ καὶ νοῒ ἄγροικον καὶ ἀνωφελέστατον Ἀντώνιον ἱερέα, αἰτῶν μοι, ἵνα τιμήσω τοὺς σκαιοτάτους καὶ ἀσυνέτους υἱοὺς αὐτοῦ, τὸν μὲν πρῶτον μέγαν λο 376 γοθέτην, τὸν δὲ δεύτερον μέγαν κοντόσταυλον, ἐπεὶ καὶ τοὺς θῆτας ἐκεῖ νος ἄρχει, ὅπερ ἐστὶν ἡ ὑπηρεσία τοῦ αὐτοῦ ὀφφικίου. Λοιπὸν λέγω, εὐεργετήσω αὐτοὺς ἄλλα ὀφφίκια μετὰ καιρόν, οὐ τοσούτης ἀξίας ὅμως, ἀλλ' ἐλάττονα· σὺ δὲ ἔσῃ ἀπὸ τοῦ νῦν μέγας λογοθέτης. Τοῦτο δὲ καὶ μόνον παραγγέλλω σοι, ὅτι διὰ τὰ συμβάντα τοῦ καιροῦ καὶ τὰς ποικι λώδεις γνώμας τῶν ἀρχόντων καὶ ἄλλας αἰτίας μὴ προσκυνήσῃς με εἰς παράστασιν ἑορτῆς, ὡς ἔξεστι τῷ ὀφφικίῳ σου, εἰ μὴ ὁ νοτάριος γράψει ἐν ταῖς πρὸς τοὺς αὐταδέλφους μου καὶ τὴν ἀνεψιάν μου τὴν ῥήγισσαν ἐπιστολαῖς καὶ ἁπλῶς πρὸς πάντας, οὓς μέλλω γράψειν περὶ τῆς ἐκεῖσε ἀποδημίας, σὺ δὲ ἀντιγράψεις πάλιν ἐκεῖθεν πρός με καὶ πρὸς πάντας τοῦ οἴκου σου. Εἰ καὶ ἐν τούτῳ τῷ μέσῳ ἀκούσωσιν οἱ μὴ θέλοντες καὶ φανήσεται αὐτοῖς αὐστηρὸν ἢ πικρόν, θέλοντες καὶ μὴ θέλοντες κατα πίωσιν αὐτό. Ἐγὼ δὲ ἀπεκρίθην τῷ βασιλεῖ λέγων· Κύριος ὁ Θεὸς μακροημερεύσῃ τὸ κράτος σου. Ὅμως δεόμενος παρακαλῶ τὴν ἁγίαν σου βασιλείαν, ἐὰν μέλλῃ συμβῆναι δι' ἐμέ τι σκάνδαλον, δι' οὗ προ ξενηθήσεται λύπη τῷ κράτει σου, μὴ γένοιτο εἰς τὸν αἰῶνα, ἀλλὰ μᾶλλον καὶ τὸ δέρμα μου ἀφαίρεσον, εἰ εἰς εἰρήνην καὶ εὐφροσύνην τῇ βασι λείᾳ σου εἴη. Ὁ δὲ εἶπέ μοι· Ὡς πιστὸς θεράπων εἴρηκας. Ὅμως μὴφρόντιζε περὶ τούτου οὐδέν· Λυποῦμαι