τῷ κρίνειν τὴν γῆν, τῆς ὑψηλοτάτης αὐτοῦ φανερουμένης καὶ ἐπὶ τῷ κρίνεσθαι τοὺς ἐπὶ τῆς γῆς, φυλασ σώμεθα ἀπὸ ὑπερηφανίας, εἰδότες οτι σφό δρα ὁ Θεὸς τοῖς ὑπερηφάνοις ἀντιτάσσεται, ων ἀρχηγός ἐστιν ος λέγεται διάβολος. Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀ φελῶ ορια ἐθνῶν. 93.3,4 Εως πότε ἁμαρτωλοὶ, Κύριε, εως πότε ἁμαρτωλοὶ καυχήσονται; φθέγξονται, καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Τὸ ουν εως πότε ἀπὸ κοινοῦ, ιν' ῃ τὸ ολον τοιοῦτον· εως πότε ἁμαρτωλοὶ, εως πότε λαλήλουσιν πάντες οἱ ἐργασάμενοι τὰς ἀνο μίας; πολλὴ δὲ ἀναισθησία τῶν ἰδίων κα κῶν τοῖς καυχωμένοις ἁμαρτωλοῖς, μάλιστα ει τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαινούσαις διδασκαλίαις, ταῖς τοῦ Κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ, ἀλλὰ τετύφλωται, μηδὲν ἐπιστάμενος, νοσῶν περιζητήσεις καὶ λογομαχίας· ἐκεῖνος ουν ἐπὶ ταῖς ἰδίαις κα τὰ ψευδοδοξίαν βλασφημίαις καὶ ἁμαρτίαις καυχᾶται, ὡς ἐπ' ἀληθείᾳ καὶ σοφίᾳ καὶ φθέγγεται, καὶ λαλεῖ ἀδικίας εἰς τὸ υψος, ἐν οις κατηγορεῖ τοῦ δημιουργοῦ. 93.5 Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Πρότερον ἐν ὑψηλοῖς οντα τὸν λαὸν ἐτα πείνωσαν οἱ ἁμαρτωλοὶ, αιτιοι αὐτῷ γενό μενοι τοῦ κατελθεῖν εἰς τὸ σῶμα τῆς ταπει νώσεως καὶ τὴν κληρονομίαν τοῦ Θεοῦ, ινα τῇ ἐναντίᾳ καταστάσει τῆς κακώσεως τυγ χάνῃ κακῶσαι. -Κληρονομίαν ειρηκεν φύ σιν τὴν λογικὴν, ητις πέφυκε κληρονομεῖν Θεὸν, ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονο μίαν ὠνόμασεν· εθος γὰρ τοῦτο τῇ γραφῇ. 93.6 Χήραν καὶ ὀρφανὸν ἀπέκτεινον, καὶ προσήλυτον ἐφόνευσεν. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀπο κτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγού μενος· ὀρφανός ἐστι νοῦς ἐστηρουμένος τοῦ ἐπουρανίου πατρός· αὐτὴ τῆς ἀσεβείας ἐπί τασις· ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡ γούμενοι σὲ ἐφορᾶν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρώπων πραγμάτων. 93.7 Καὶ ειπαν· Οὐκ οψεται Κύριος, οὐ δὲ συνήσει ὁ Θεὸς τοῦ ̓Ιακώβ. Οὐχ ἁπλῶς δὲ πρόσκειται τό· ̔Ο Θεὸς ̓Ιακὼβ, ἀλλ' εἰς αυξησιν τῆς κατηγορίας· πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ κατα μαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ. 93.8,9 Σύνετε δὴ, αφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. ̔Ο φυτεύσας τὸ ους, οὐχὶ ἀκούει; η ὁ πλάσας ὀφθαλμοὺς οὐ κατανοεῖ; Πάλιν ἀπὸ τῆς πονηρίας τῶν ἐχθρῶν διε γείρει εἰς ζῆλον κατὰ τῶν ἀσεβῶν τὸν Θεὸν, οπως αν εργῳ μάθοιεν, ὡς ὁ ἀπιστωθεὶς παρ' αὐτῶν οὐ περιορᾷ τὰ ἀνθρώπινα· ἀπό κρισιν δὲ ὁ προφήτης ἐπάγει πρέπον αὐτοῖς ονομα, τὴν ἀφροσύνην καὶ μωρίαν εἰπών. Λέγει δέ· πόθεν αὐτοῖς ἡ τοιαύτη ἀναισθη σία, ὡς μήτε ὁρᾶν, μήτε ἀκούειν, μήτε μὲν ἐλέγχειν ὑπολαμβάνειν τὸν Θεὸν, τὸν καὶ ωτα, καὶ ὀφθαλμοὺς, καὶ σύνεσιν τοῖς ἀν θρώποις παρεσχηκότα; ̔Ο γὰρ ἑτέροις ταῦ τα δοὺς πρὸς τὸ ἀκούειν καὶ συνιέναι, οὐ συνιεῖ; ὀψὲ γοῦν, ω ἀνόητοι, συνιδεῖν ἐθε λήσατε καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύ σιν. Σφόδρα συλλογιστικῶς τὴν διδασκαλίαν προσήνεγκεν. ̔Ο ἐκ πηλοῦ, φησὶν, τὸν ὀφθαλμὸν δια πράσας, καὶ τὴν ὀπτικὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ωτα ὡσαύτως δημιουρ γήσας, καὶ ἀκουστικὴν αισθησιν χαρισάμε νος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει; ἀλλὰ τού των δημιουργὸς ἐστήρεται, τῆς ἐνεργείας, ην τοῖς αλλοις κεχάρισται; 93.10 ̔Ο παιδεύων εθνη, οὐχὶ ἐλέγξει, ὁ διδάσκων ανθρωπον γνῶσιν. Τὰ εθνη, φησὶν, α μήτε νόμον ἐδέξατο, μήτε προφητικὰς ἀπέλαβε διδασκαλίας, ὑ ποβάλλει παιδείᾳ, καὶ τὴν ὑμετέραν οὐκ ἐλέ γξαι παρανομίαν; καὶ μὴν τῶν ἀνθρώπων τὴν φύσιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων καθ' ἑκάσ την γενομένων ἡμέραν πλείονα τὴν γνῶσιν ἐργάζεται. 93.11-13 Κύριος γινώσκει τοὺς διαλογισ μοὺς τῶν ἀνθρώπων, οτι εἰσὶ μάταιοι. Μα κάριος ὁ ανθρωπος ον αν παιδεύσῃς, Κύ ριε, καὶ ἐκ τοῦ νόμου διδάξῃς αὐτὸν, τὸν πραΰναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν. Πῶς γὰρ οὐκ εἰσὶ ματαιότητος πλήρεις, αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχείρουσιν τῷ λόγῳ; -