αὐτοῖς·» ὡσεὶ ἔλεγε· Κατὰ τὰ κρυπτὰ τῶν ἔργων ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὁ διορατικὸς ἐπιστημο νικῶς τοῖς πράγμασι προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ, ὠφέλιμα ὄντα. Ὁ δὲ φαῦλος, ἡδονῇ θελγόμενος, ἐργάζεται τὰ κακὰ, οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. Ἐπεὶ οὖν λογι κῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἅγιος ἀποτῖσαι αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ ἐπίπονα, ὅπως ἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ, αἴτια κολά σεως αὐτῷ γεγενημένα. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἑ. Ἔργα μὲν Κυ ρίου τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. «Οὐχὶ ἡ χείρ μου, φησὶν, 12.1289 ἐποίησε ταῦτα πάντα;» Ἢ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονό των. «Καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἔτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς. Καὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἑ. Σάρκα μὲν ὠνόμασε τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.» Ἢ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη. Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κλη ρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Κληρονομίαν νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν. Τοῦ αὐτοῦ. Αὐτὸς ὁ Χριστὸς ἡμᾶς ποιμανεῖ τοὺς εἰς αὐτὸν πεπιστευκότας, πέμψας ἀντ' αὐτοῦ καὶ ὡς αὐτὸν τὸν Παράκλητον, ὅ ἐστι τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ μὴν καὶ ἐπαίρει ἀπὸ τῶν γηΐνων, τουτ έστιν ὑψηλοὺς ἀποφαίνει εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας. ΨΑΛΜΟΣ ΚΗʹ. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, κ. τ. ἑ. Παῦλος ὁ ἅγιος υἱὸς Θεοῦ γέγονε διὰ τοῦ Εὐαγγελίου. Ἐγέννα δὲ καὶ αὐτὸς υἱοὺς καὶ προσῆγε τῷ Θεῷ. Υἱοὺς καλεῖ τοὺς πολλῆς τυχόντας παρὰ τοῦ Θεοῦ κηδεμονίας, καὶ σωθέντας παραδόξως, ὧν ὁ Θεὸς ἐφείσατο οὕτως ὡς υἱῶν. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, κ. τ. ἑ. Ὁ συνάγων τὰ διεσκορπισμένα πρόβατα Χριστοῦ, καὶ ἐπιστρέφων τὰ πεπλανημένα, καὶ εὑρίσκων τὰ ἀπολωλότα, οὗτος φέρει τῷ Κυρίῳ υἱοὺς κριῶν· καὶ ὁ ποιῶν ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα αὑ τοῦ, καὶ δοξάσωσι τὸν ἐν οὐρανοῖς Πατέρα. Φέρει δὲ τῷ Κυρίῳ δόξαν καὶ ὁ ἐν λόγῳ σοφίας θεολογῶν. Τι μὴν δὲ φέρει Κυρίῳ ὁ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ἐλεῶν πτωχὸν, καὶ ἐν τούτῳ δανείζει Θεῷ. Τὸ γὰρ «τιμᾷν» ἰδίως καὶ ἐπὶ τούτων ἐν τῇ Γραφῇ τέτακται, ὡς δῆλον ἐκ τοῦ· «Χήρας τίμα, τὰς ὄντως χήρας,» καὶ, «Τίμα τὸν πατέρα καὶ τὴν μητέρα.» Αὐλὴ δὲ ἁγία ἡ Ἐκκλησία. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Φωνὴ μὲν Κυρίου ἁπλῶς ἐπὶ τῶν ὑδάτων, αὐτὸς δὲ ὁ Κύ ριος ἐπὶ ὑδάτων πολλῶν. Λογικὰς δὲ φύσεις νῦν ση μαίνει τὰ ὕδατα. «Γενηθήτω, φησὶ, τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον.» Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβά νου, κ. τ. ἑ. Μόσχος Λιβάνου ὁ πονηρὸς ἐνώ πιον Κυρίου παντοκράτορος τραχηλιάσας καὶ ἀποῤῥί ψας τὸν εὐαγγελικὸν ζυγὸν, θεὸς εἶναι βιαζόμενος. 12.1292 Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρὸς, κ. τ. ἑ. Ἡ φωνὴ Κυρίου σβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ· ἥτις ἐστὶ διδασκαλία πνευματικὴ πρὸς σοφὴν πολιτείαν ἐκκαλουμένη τὸν πεπιστευκότα τῷ Χριστῷ. Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσσεί σει Κύριος τὴν ἔρημον Κάδης, κ. τ. ἑ. Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ἔρημός ἐστι ψυχὴ λογικὴ ἐστερη μένη Θεοῦ. ΨΑΛΜΟΣ ΚΘʹ. Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ ∆αυῒδ, κ. τ. ἑ. Οἰκοδομεῖ μὲν οἶκον βίος ὀρθὸς, ἐγκαινίζει δὲ τοῦτον γνῶσις Θεοῦ. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, κ. τ. ἑ. Ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ λέγεται ὁ ψαλμὸς, δῆ λον ἐκ τοῦ· «Καὶ ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου.» ∆ύναται δὲ καὶ ἐκ προσώπου τοῦ ἁγίου ταῦτα λέγε σθαι, τροπικώτερον παντὸς ἁγίου ὡς ἐν ᾅδου γεγενη μένου κατὰ τὸν τῆς κακίας καιρὸν, καὶ ἐκεῖθεν ὑπὸ τοῦ Θεοῦ ἀναχθέντος, ὅτε βοηθούμενος ὑπὸ τοῦ Λό γου, καὶ ἑπόμενος αὐτῷ τετελείωται. Οὐδὲ γὰρ ὑψοῦν δύναται τὸν Κύριον μὴ ὑπολαβόντος αὐτὸν αὐτοῦ τοῦ Κυρίου.