1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

76

τούτους τὸν λόγον, καί φησι· μεʹ. Καὶ ἄνδρες δίκαιοι οὗτοι. Τὸ δίκαιοι τέ θεικεν, οὐ δικαιοσύνην αὐτοῖς μαρτυρῶν· ἀδικώτατοι γὰρ καὶ παρανομώτατοι, καὶ λίαν ὑπῆρχον δυσ σεβέστατοι· ἀλλ' ἐκ παραθέσεως τῶν ταύτης ἀσεβη μάτων τὸ δίκαιοι τέθεικεν, ἀντὶ τοῦ, σοὶ παρ εξεταζόμενοι δίκαιοι ὑπάρχουσι. Τοῦτο καὶ ἀνωτέρω πεποίηκε πρὸς τὴν Ἱερουσαλὴμ διαλεγόμενος· ἔφη γὰρ, "Καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας." Καὶ ἐνταῦθά φησιν, "Ἄνδρες δίκαιοι οὗτοι," τουτέστιν, ὑπὲρ σέ. "Καὶ ἐκ δικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδων, καὶ κρί σει ἐκχεουσῶν αἷμα, ὅτι μοιχαλίδες εἰσὶ, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν." Μιαιφονίας, φησὶ, καὶ μοιχείας τίσουσι δίκας, τοὺς ἐραστὰς αὑτῶν λαμβάνουσαι δι καστὰς, καὶ ταῦτα πείσονται, ἅπερ αἱ μοιχεύτριαι γυναῖκες καὶ ἀνδροφόνοι· οὕτω πληρώσας τὸ αἰνιγ ματῶδες διήγημα, τὴν κατ' αὐτῶν ψῆφον ἐκφέρει. μʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνάγαγε ἐπ' αὐτὰς πλήθη, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν. μζʹ. Καὶ λιθοβοληθήτωσαν λίθοις ὄχλων, καὶ κατακεντείτωσαν αὐτὰς ἐν τοῖς 81.1049 ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσου σιν ἐν πυρί. Εἶτα τὴν ἐντεῦθεν ἐσομένην ἐπιδείκνυ σιν ὠφέλειαν. μηʹ. Καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες, καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν. Τούτων γὰρ, φησὶ, ταῦτα ὑπομενουσῶν, καὶ λίθοις, καὶ ξίφεσι, καὶ πυρὶ παραδιδομένων, πᾶσα πόλις ὠφέλειαν καρ πώσεται, μανθάνουσα, οἷα τῆς ἀσεβείας τὰ ἐπίχειρα. Γυναῖκας δὲ πάλιν ἐνταῦθα τὰς πόλεις ὠνόμασε. μθʹ. Καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ πάσας τὰς ἁμαρτίας τῶν ἐπιθυμημάτων λήψεσθε, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Τοὺς τῆς ἀσεβείας ὑμῶν, φησὶ, κομιεῖσθε καρπούς· οὐ γὰρ ἀνάγκῃ ταύτην ἐδέξασθε, ἀλλὰ γνώμῃ καὶ πόθῳ· ἐκ δὲ τῆς τιμωρίας ὠφέλειαν μεγίστην τρυγήσετε τὴν τῆς ἐμῆς δεσποτείας ἐπίγνωσιν. Ἧς ἀπολαύειν ἡμᾶς γένοιτο, μὴ τῇ πείρᾳ τῶν κακῶν διδασκομένους, ἀλλὰ τῶν θείων εὐεργεσιῶν αἰσθανομένους, καὶ τὴν ἀγνώμονα γνώμην μυσαττομένους, καὶ τῇ θείᾳ μνήμῃ καθ' ἑκάστην ἀνανεουμένους ἡμέραν, καὶ τῇ τοῦ παναγίου Πνεύματος ἐνεργείᾳ εἰς τὴν τοῦ Θεοῦ ἀγάπην πυρπολουμένους, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ τὴν ἐπιφάνειαν ἀναμένοντας, μεθ' οὗ τῷ Πα τρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Ιʹ. ΚΕΦΑΛΑΙΟΝ Κ∆ʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ

δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων· Υἱὲ ἀνθρώπου, γράψον σεαυ τῷ τὸ ὄνομα τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπ ηρείσατο ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσα λὴμ ἀπὸ τῆς ἡμέρας τῆς σήμερον. Ἐδίδαξεν ἡμᾶς τὸν χρόνον, καθ' ὃν τῇ Ἱερουσαλὴμ ὁ Βα βυλώνιος ἐπεστράτευσεν. Ἐκείνου δὲ τὴν πόλιν πο λιορκοῦντος, ὁ προφήτης τοῖς ἤδη δορυαλώτοις γε γενημένοις προσημαίνει τὰ καταληψόμενα κακά. ∆ιὸ καὶ τὸ ἀψευδὲς τῆς προφητείας ὑποδεικνὺς ὁ ∆εσπότης, ἐπισημήνασθαι κελεύει τὴν ἡμέραν, καθ' ἣν ὁ πολέμιος τῇ πόλει προσβάλλειν ἤρξατο, ἵνα καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τοῦ τέλους τῶν πραγ 81.1052 μάτων μάθωσι, καὶ οἱ ἤδη αἰχμάλωτοι γενόμενοι, καὶ οἱ πολιορκούμενοι, ὡς ἄνωθεν ταῦτα περὶ αὐτῶν προεῖπεν ὁ Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν τῶν πολεμίων ἡττήθησαν ἰσχὺν, ἀλλὰ τῶν οἰκείων ἁμαρτημάτων τίνοντες δίκας. γʹ. Καὶ εἰπὲ ἐπὶ τὸν οἶκον τὸν παραπικραίνον τα, παραβολήν. Μετὰ τὸ ἐπισημήνασθαι τὸν χρό νον, προστάττεται ὁ προφήτης παραβολικῶς καὶ αἰνιγματωδῶς τὰ συμβησόμενα τῇ πόλει διδάξαι, ἵνα διὰ τὴν ἀσάφειαν τῶν λεγομένων σπουδαιότεροι περὶ τὴν ἐρώτησιν οἱ ἀκροαταὶ γενόμενοι, ἀκριβέ στερον