Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
γὰρ πῶς, μὴ περισκεπτόμενοι τὰς πρός με τοσούτας παρὰ σοῦ θεραπείας καὶ φιλίας, βούλονται κατὰ σύγ κρισιν τῶν σῶν ταῖς ἑαυτῶν ὑπολήψεσιν ἀποπηδᾶν τοὺς προσήκοντας βαθμοὺς τῶν ὀφφικίων. Πλὴν προσκάλεσον ἐνταῦθα τὸν τὰ ταύτης ὑπη ρεσίας ἐμπιστευθέντα νοτάριον. 22. Καὶ ἐλθὼν ὁ νοτάριος, προστάξας ὁ βασιλεὺς εἶπεν αὐτῷ· Προ είπομέν σοι, πρὸς τίνα καὶ τίνα ἔδει σε γράφειν τὰς τῆς πιστώσεως ἐπι στολάς, οἷς γράψον, ὅτι μέλλουσι μαθεῖν τὸ πᾶν ὑπὸ τοῦ μεγάλου λογο θέτου Γεωργίου τοῦ Φραντζῆ. Καὶ εἰ μὲν ζήσωμεν καὶ πρόσω, γράψεις αὐτὸν καὶ συγγενῆ ἡμῶν. Καὶ ἐάν τινι οὐκ ἀρέσῃ, ἄκοντες ὑπομεί νωσι καὶ ἀντὶ νέκταρος ἢ μυρεψικοῦ ποτοῦ τὴν χλοὴν καταπιέτωσαν· εἰ μὴ καὶ σύ, νοτάριε, ἔχε τοῦτο ὡς ἀπόκρυφον μέχρι ἡμερῶν τινῶν. Καὶ συγκατασκευάσας τὰ προστάγματα ἔλαβα αὐτὰ καὶ προσεδόκουν σήμερον ἢ αὔριον προσκυνῆσαι τῷ βασιλεῖ, ἤγουν λαβεῖν ἄδειαν, ἵνα ἀπέλθω, ἰδοὺ ἐξῆλθε τῆς Ἀνδριανουπόλεως ὁ ἀμηρᾶς, βαδίζων καθ' ἡμῶν, καὶ προσ μείναντες ὀλίγον, ἵνα ἴδωμεν, μή ποτε κατὰ τὴν ὁδὸν συναντήσῃ ἡμῖν τι ἀπευκταῖον. 378
Ἀρχὴ τῶν ὀδυνῶν καὶ ἀφανισμοῦ τῆς βασιλευούσης τῶν πόλεων
1 III.Ἰδὼν καὶ ἀκούσας ὁ ἀμηρᾶς Μεεμέτης τὰς τοῦ πατρὸς αὑτοῦ νίκας καὶ
πο λέμους περιφανεῖς καὶ τῶν ἑτέρων αὑτοῦ τρισκαταράτων προγόνων, ἐν ἑαυτῷ ἐφαντά ζετο, τί ἄρα καὶ αὐτὸς ποιήσῃ ἄξιον μνήμης. Ταῦτα οὖν κατὰ νοῦν λογιζόμενος βου λῇ κακῇ καθ' ἡμῶν χρησάμενος ἦν, ἵνα πόλεμον ἐγείρῃ κατὰ τῆς πόλεως· ἔλεγε γὰρ ἐν ἑαυτῷ· Ἐὰν τὴν Πόλιν νικήσω, ὑπὲρ πάντας τοὺς πρὸ ἐμοῦ ἤδη ἐποίησα, διότι αὐτοὶ μὲν κατὰ τῆσδε τῆς πόλεως πολλάκις πειρασθέντες οὐδὲν ἐκατώρθωσαν. 2. ∆ιὰ ταύτης οὖν τῆς ὑποκεκρυμμένης ἐννοίας καλὸν ἐφάνη αὐτῷ, ἵνα περὶ τὸν Ἀσώματον κατὰ τὸ Στενὸν ἄστυ κτίσῃ, ὡς προείρηται, ὅπως καταφυγὴν ἔχῃ αὐτὸ περὶ ὧν ἐμελέτα ποιῆσαι, ὅπως οὐδὲν τῶν πλοιαρίων, μικρὸν ἢ μέγα, δυνηθείη κατελ θεῖν ἐκ τοῦ Εὐξείνου Πόντου κατὰ τὴν Πόλιν καὶ ἵνα ῥᾴδιον ἔχωσι τὸ πέραμα ἐκ τῆς Ἀσίας εἰς Εὐρώπην. Θέλων δὲ καὶ βιαζόμενος ἵνα τὰ μελετούμενα ὑπ' αὐτοῦ ἀρ χὴν λάβωσιν, ἰδοὺ τῇ κ-ῃ Μαρτίου τοῦ ἑξηκοστοῦ ἔτους ἐλθὼν ἔπεσεν εἰς τὸ Στενόν, ἵνα οἰκοδομήσῃ τὸ ἄστυ. 3. Ἰδὼν οὖν ὁ βασιλεὺς τὰς πανουργίας αὐτοῦ ἐβουλήθη ἀποκαλύψαι αὐτὸς πρῶτος τὴν μάχην, ὅπως αὐτὸν ἐμποδίσῃ. Τινὲς δὲ τῆς συγκλήτου ἱερωμένων τε καὶ λαϊκῶν ἐκώλυσαν τὴν γνώμην καὶ βουλὴν τοῦ βασιλέως λέγοντες· Μὴ ἀποκαλυφθείη ἡ μάχη παρὰ τῆς βασιλείας σου, ἕως ἂν ἴδωμεν, τί βούλεται αὐτὸς πρᾶξαι. Εἰ καὶ ἄστυ κτίσῃ, ἐν εὐκολίᾳ παραλαμβάνομεν αὐτὸ διὰ τὸ ἐγγύτερον εἶναι ἡμῖν. Ὃ καὶ ἐν ὑστέροις εἶδον τελείως καὶ ἀληθῶς, ὅτι ἐλπίδες κεναὶ τρέφουσι τοὺς ἀνοήτους. 4. Ἐγὼ δὲ ἐναπέμεινα τῆς πορείας ἧς ἠτοιμάσθην, λέγοντες σήμερον καὶ αὔ ριον ἴδωμεν καὶ ὅτι διὰ ξηρᾶς οὐχ ἁρμόζει, ἐπεὶ ἐπικίνδυνόν ἐστι τὸ πρᾶγμα, ἀλλ' εὑρήσωμεν πλεύσιμον ἀνὰ τούτου. 5. Τῷ Ἰουνίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους, ἰδοὺ ἐδημοσιεύθη ἡ μάχη· καὶ τοῦ καθ' ἡμῶν στρατοπέδου δραμόντος, ᾐχμαλώτευσε πάντας τοὺς ἔξωθεν τῆς πόλεως οἰκοῦντας. Ἐν ᾧ καιρῷ ἐτελείωσε καὶ τὸ ἄστυ καὶ ἐν αὐτῷ ᾠκοδόμησε πύργους τρεῖς ἰσχυρούς, τοὺς δύο μὲν χερσαίους, τὸν δὲ ἕτερον κατὰ θάλασσαν, ὃς καὶ ὀλίγον τι μείζων τῶν δύο ὑπῆρχε. Τὸ δὲ πάχος τῶν τείχων ἦν εἴκοσι καὶ δύο ποδῶν, τὸ δὲ ἔσωθεν αὐτῶν εὐρύχωρον ἦν τριάκοντα καὶ δύο ποδῶν. Εἶτα ἐν μολύβδῳ σκεπάσας τοὺς πύργους καὶ τὸ ἄστυ καλῶς ἀσφαλί σας καὶ ἐν αὐτῷ φρουροὺς κατέστησε. 380 6. Καὶ τῇ κη-ῃ τοῦ Αὐγούστου ἐγερθεὶς ἐκεῖθεν ἐλθὼν ἔπεσεν ἐπὶ τὰς σούδας τῆς πόλεως· καὶ τῇ πρώτῃ20 τοῦ Σεπτεμβρίου μηνὸς τοῦ #22ξα-ου ἔτους διέβη εἰς τὴν Ἀνδριανούπολιν, ὡς φαίνεται, ἵνα ταῖς δύο αὐταῖς ἡμέραις ἴδῃ τὰ τείχη τῆς πόλεως καὶ τάφρους καὶ εἴ τι ἕτε ρον αὐτὸς ἐλογίζετο. 7. Καὶ τῷ αὐτῷ φθινοπώρῳ Ὀκτωμβρίου πρώτῃ στείλας