«Οὐκ εἰμί, γάρ φησιν, ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» 6.37.185 Τάχα οὖν νικώ μενος ὑπὸ τῆς τοῦ θεοῦ χάριτος δωρεὰν εἴληφεν, μηδέπω τὸ ὅσον ἐφ' ἑαυτῷ ἄξιος ὢν λῦσαι τὸν ἱμάντα τοῦ ἑτέρου τῶν ὑποδημάτων, νοήσας αὐτοῦ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν, περὶ ἧς καὶ μαρτυρεῖ. Ἐπεὶ δὲ ἔλειπεν αὐτῷ ἡ περὶ τῶν ἑξῆς κατάληψις, οὐκ εἰδότι πότερον Ἰησοῦς ἐστιν ὁ κἀκεῖ ἐρχό μενος, ὅπου ἀπὸ τῆς φυλακῆς γίνεσθαι ἔμελλεν ἀποκεφα λισθείς, ἢ ἕτερον προσδοκᾶν ἐχρῆν, διὰ τοῦτο τὴν σαφέστερον ὕστερον ἐπαπόρησιν ἡμῖν δηλουμένην καὶ νῦν αἰνιττόμενος φησὶ τὸ «Οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» 6.37.186 Ὁ δὲ οἰόμενος περιεργότερον τοῦτο εἰρῆσθαι εἰς ταὐ τὸν συνάξει τὸ τῶν ὑποδημάτων καὶ τοῦ ὑποδήματος, ἵνα οἱονεὶ λέγῃ· Οὐδαμῶς ἄξιός εἰμι λῦσαι τὸν ἱμάντα οὐδὲ κατὰ τὴν ἀρχήν, κἂν τοῦ ἑνὸς ὑποδήματος· ἢ καὶ οὕτως δυνατὸν εἰς ἓν συνάγεσθαι τὰ παρὰ τοῖς τέσσαρσιν εἰρημένα· 6.37.187 εἰ γὰρ ὁ Ἰωάννης συνίει μὲν τὰ περὶ τῆς ἐνταῦθα αὐτοῦ ἐπιδημίας, ἐνηπόρει δὲ περὶ τῶν ἑξῆς, ἀληθεύει λέγων καὶ τὸ μὴ εἶναι ἱκανὸν λύειν τὸν ἱμάντα τῶν ὑποδημάτων, οὐ γὰρ λύει ἀμφο τέρων λύσας τοῦ ἑνός, ἀληθεύει δὲ λέγων καὶ τὸν ἱμάντα τοῦ ὑποδήματος, ἐπεί, ὡς προείρηται, ἔτι διαπορεῖ περὶ τοῦ πότε ρον αὐτός ἐστιν ἐρχόμενος ἢ ἕτερος, ὁ κἀκεῖ προσδοκητέος. 6.38.188 Καὶ περὶ δὲ τοῦ «Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε» ταῦτα διαληπτέον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ λόγου, δι' οὗ τὰ πάντα γέγονεν, ὑφεστη κότος οὐσιωδῶς κατὰ τὸ ὑποκείμενον, τοῦ αὐτοῦ ὄντος τῇ σοφίᾳ. Οὗτος γὰρ δι' ὅλης πεφοίτηκεν τῆς κτίσεως, ἵνα ἀεὶ τὰ γινόμενα δι' αὐτοῦ γίνηται, καὶ περὶ παντὸς οὑτινοσοῦν ἀεὶ ἀληθὲς ἦν τὸ «Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», καὶ τὸ «Πάντα ἐν σοφίᾳ ἐποίησας.» 6.38.189 Εἰ δὲ δι' ὅλης τῆς κτίσεως πεφοίτηκεν, δῆλον ὅτι καὶ τῶν πυνθανομένων «Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;» Μέσος ἕστηκεν ὁ αὐτὸς καὶ βέβαιος ὢν λόγος, ὑπὸ τοῦ πατρὸς ἐστηριγμένος πανταχοῦ. Ἢ τὸ «Μέσος ὑμῶν ἕστηκεν» ἀκουέσθω ὅτι ὑμῶν τῶν ἀνθρώπων διὰ τὸ εἶναι ὑμᾶς λογικοὺς μέσος ὑμῶν ἑστώς, τῷ τοῦ παντὸς σώματος ἐν μέσῳ εἶναι τὸ ἡγεμονικὸν ἀποδεί κνυσθαι, κατὰ τὰς γραφὰς ἐν τῇ καρδίᾳ τυγχάνον. 6.38.190 Οἱ τοίνυν ἔχοντες τὸν λόγον ἐν μέσῳ ἑαυτῶν, μὴ διαλαμβάνοντες δὲ περὶ τῆς φύσεως αὐτοῦ, μηδὲ ἀπὸ ποίας πηγῆς καὶ ἀρχῆς ἐλήλυθεν, μηδ' ὅπως ποτὲ συνέστη ἐν αὐτοῖς, οὗτοι μέσον αὐτὸν ἔχοντες οὐκ ἴσασιν. Ὁ δὲ Ἰωάννης αὐτὸν οἶδεν. Τὸ γὰρ «Ὃν ὑμεῖς οὐκ οἴδατε» ὀνειδιστικῶς λεγόμενον πρὸς τοὺς φαρισαίους, ἐμφαίνει τὸν λόγον τῷ ἐπιμελῶς ἐγνωκέναι τὸ ὑπ' ἐκείνων ἀγνοούμενον. 6.38.191 ∆ι' ὃ καὶ γινώσκων αὐτὸν ὁ βαπτιστὴς οἶδεν ὀπίσω αὐτοῦ ἐρχόμενον τὸν ἐν μέσῳ τυγχάνοντα, τοῦτ' ἔστιν μετ' αὐτὸν καὶ τὴν ὑπ' αὐτοῦ ἐν τῷ βαπτίσματι διδασκαλίαν ἐπιδημοῦντα τοῖς κατὰ λόγον ἀπολουσαμένοις. Οὐ ταὐτὸν δὲ σημαίνεται ἐκ τῆς «ὀπίσω» φωνῆς ἐνθάδε, καὶ ὅταν ὁ Ἰησοῦς πέμπῃ ἡμᾶς ὀπίσω ἑαυτοῦ. 6.38.192 Ἐκεῖ μὲν γὰρ ἵνα κατ' ἴχνη βαίνοντες αὐτοῦ φθάσωμεν πρὸς τὸν πατέρα, ὀπίσω αὐτοῦ γίνεσθαι κελευόμεθα· ἐνθάδε <δὲ> ἵνα δηλωθῇ τὸ μετὰ τὰς Ἰωάννου διδασκαλίας-ἐπεὶ ἐλήλυθεν οὗτος «ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ»- τοῖς προευτρε πισαμένοις ἐπιδημεῖν προκεκαθαρμένοις διὰ τῶν ἡττόνων καὶ τὸν τέλειον λόγον. 6.38.193 Προηγουμένως μὲν οὖν ἕστηκεν ὁ πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν· ἕστηκεν δὲ καὶ ὁ λόγος αὐτοῦ ἀεὶ ἐν τῷ σῴζειν, κἂν γένηται σάρξ, κἂν μέσος ᾖ ἀνθρώπων, οὐ κατα λαμβανόμενος ἀλλ' οὐδὲ βλεπόμενος· ἕστηκεν δὲ καὶ διδά σκων, προκαλούμενος πάντας ἐπὶ τὸ πίνειν ἀπὸ τῆς ἀφθόνου πηγῆς αὐτοῦ· «Εἱστήκει γὰρ ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς ἐμὲ καὶ πινέτω.» 6.39.194 Ὁ δὲ Ἡρακλέων τὸ «Μέσος ὑμῶν στήκει» φησὶν ἀντὶ τοῦ «Ἤδη πάρεστιν καὶ ἔστιν ἐν τῷ κόσμῳ καὶ ἐν ἀνθρώποις, καὶ ἐμφανής ἐστιν ἤδη πᾶσιν ὑμῖν.» ∆ιὰ τούτων δὲ περιαιρεῖ τὸ παρασταθὲν περὶ τοῦ διαπεφοιτηκέναι αὐτὸν δι'