Ον ἀγαπᾷ, Κύριος παιδεύει, φησὶν ὁ ἀπόστολος. Εἰ δὲ ον παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ' αὐτοῦ ἀπαθὴς γί νηται, τοῦτον γὰρ καὶ ἀγαπᾷ Κύριος· παι δεύειν γάρ ἐστι μετριοπάθεια παθῶν. ̓Εκεῖ νοι μὲν αθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν· μακάριοι δὲ ου τοι οἱ παρὰ σοῦ παιδευθέντες καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου· ουτοι γὰρ καὶ ἐν ταῖς θλίψεσι πραϋθέντες, κουφισθήσονται τῶν ἀ νιαρῶν. 93.18 Τὸ ελεός σου, Κύριε, βοηθεῖ μοι. Ελεος μὲν νοῦ γνῶσίς ἐστι· ελεος δὲ ψυ χῆς, ἀπάθεια. 93.19 Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηυφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον, ἀλλ' οσας θλίψεις ειχον, τοσαύτας καὶ παραμυ θίας ἐδεχόμην παρὰ σοῦ, αι καὶ εἰς εὐφρο σύνην τὰς λύπας μετεσχίαζον. 93.20-23 Μὴ συμπρόσεσταί σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αιμα ἀ θῶον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύ ριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοη θὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν. ̓Α φανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων τοῦ Θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ, καὶ ἐνδελεχῶν ἡ μῖν αμα καὶ παλαίων εἰς τὸ ἐξαπατῆσαι ἡ μᾶς ὁ διάβολος. -Θρόνον δὲ ἀνομίας ὠνό μασεν τὸν διάβολον· ἐπειδὴ θρόνος δικαιο σύνης ὁ Χριστὸς, οστις ἀντίκειται τῷ διαβό λῳ· τοῦτο προσευχὴ τῶν ἁγίων ἐστὶ ψυχῶν τῶν ὑπὲρ τῆς Θεοῦ ὁμολογίας ἀγωνιζομέ νων, καὶ πρὸς αὐτὸν ἱκετήρια βοώντων· Μὴ ὑψούσθω θρόνος ἀνομιῶν ἐναντίον σου, Κύ ριε, κατὰ τοῦ σοῦ προστάγματος, κόπους ἡμῖν παρεχόμενος, η τοῖς ἁγίοις μάρτυσιν οἱ ἀλάστορες καὶ τῶν εἰδώλων ὑπέρμαχοι. ∆ιὰ τούτου, φησὶν, παρεκάλεσάς μου τὴν καρδίαν ἐν ταῖς θλίψεσιν, οτι δὴ ουν οὐ προ σθήσεταί σοι θρόνος ἀνομιῶν, τουτέστι δί καιος ει κριτὴς, ὡς Θεὸς, καὶ οὐκ εστιν ἀ νομία ἐν ταῖς σαῖς κρίσεσιν. ̔Ο γὰρ θρόνος τὴν κρίσιν σημαίνει. Οὐκ εστιν ουν, φησὶ, παρὰ τῇ σῇ κρίσει ἀνομία, ωσπερ δὴ καὶ παρ' ἐκείνῳ. ̔Ο κόπον πλάσσων ἐπὶ προστά γματι, ουτος αν ειη ὁ ἀντικείμενος δαίμων, ος καὶ ἐλαφρὰς ουσας τὰς τοῦ Θεοῦ ἐντολὰς βαρείας ποιεῖ, κόπους δι' αὐτῶν τοῖς ἀνθρώ ποις παρέχων. Αἰτίαν πρὸς τὰς ὀδύνας εὐ φροσύνην φησὶν, οτι μὴ πρόσεστι Θεῷ τῷ ἀγαθῷ καὶ δικαίῳ θρόνος ἀνομίας, διὸ καὶ τὸ πρόσταγμά σου καμάτων ἐστι ποιητικὸν διὰ τὰς μετὰ τοὺς κόπους ἀμοιβὰς τοῖς ἠ γωνισμένοις καλῶς [ἡτοιμασμένας]. Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αιμα κτλ. Ουτοι, φησὶν, οἱ πονηροὶ δαίμονες ἐκ παντὸς τρόπου τὴν τοῦ δικαίου θηρεῦσαι ζη τοῦσιν ψυχήν· ἀλλὰ ἐπὶ τούτῳ, φησὶν, κατα κριθήσονται, τοῦτο γὰρ σημαίνει· Καὶ αιμα ἀθῶον καταδικάζονται· λέγει γὰρ ὡς ἀντὶ τοῦ αιματος τοῦ ἀθώου ἐκχεομένου παρ' αὐ τῶν εἰς κρίσιν, εἰς κόλασιν παραδοθήσονται. ̓Ερεῖς δὲ καὶ αλλως μικρὸν ανωθεν, ὡς δη μιουργὸς ἡμῶν ὑπάρχων καὶ κηδεμὼν, καὶ πᾶν ἀγαθὸν ἡμῖν ἐκ σοῦ νομίζομεν ειναι, ἀλλ' ἐπεὶ φαύλους τινὰς ὁρῶμεν τοὺς ἀθώους καταδικάζοντας, μὴ ετερος θρόνος ἀνομίας σύνεστίν σοι, δι' ον οι σοι παραινοῦνται θε ράποντες; ἀλλ' οὐ πρόσεστί σοι ἀνομίας θρό νος· νόμον γὰρ τῶν ἁπάντων ἀνέδειξας βασι λέα, καθ' ον τὸ πᾶν διοικεῖται. Καν τοίνυν προσταγμάτων σῶν γεγονὼς ἀποστάτης ὁ διάβολος, αρχειν ἐπιχειρῇ, ἀλλ' οὐ σύνεστιν, οὐδὲ πρόσεστί σοι, μακρὰν δὲ σοῦ λῃσταρ χῶν, τυραννεῖ κατὰ τῶν ὑπὸ τὴν ὠμότητα τὴν αὐτοῦ τελεῖν ἑλομένων. Θρόνος γὰρ ἀνο μίας ἡμετέρας τυραννίδος ἀρχὴ, διόπερ ων ἐπαχθὴς, βαρύτατα προστάττει, συμπλάττων αὐτοῦ τοῖς προστάγμασι κόπον. Αἱ δὲ ἐντο λαί σου τοῦ Θεοῦ βαρεῖαι οὐκ εἰσὶ, κατὰ τὸν ̓Ιωάννην, ἀλλὰ τὸν εχοντα μετέωρον εἰς υψος αιρουσιν. Εργον γὰρ τοῖς παρανόμοις τουτοισὶ δικασταῖς πάσῃ μηχανῇ κατὰ τῶν δικαίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀ ναιτίων καταψηφίζεσθαι θάνατον. ̓Εγὼ δὲ τῆς παρὰ τοῦ δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν εχω περίβολον ὀχυρόν· ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρπούς. Ταῦτα πᾶσιν ἀνθρώποις