Ὅταν γὰρ ὑψωθῶμεν ἀπὸ τῆς γῆς μετεωριζόμενοι καὶ ἐπαιρόμενοι ὑπὸ τοῦ σταυροῦ τοῦ Χρι στοῦ τοῦ εἰπόντος· «Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτὸν,» ὑψοῦμεν τὸν Κύριον, καὶ αὐτὸν ὑψώσαντα τὸν Πατέρα, καὶ τὴν περὶ αὐτοῦ ὑπόληψιν, ὅσον ἐφ' ἑαυτῷ, ὑψηλοτάτην τοῖς πιστεύουσιν εἰς τὸν Θεὸν παραδεδωκότα. ∆ιδάσκει δὲ καί τινας ἀοράτους ἐχθροὺς τῆς ἀνθρωπίνης ψυχῆς διαφθονεῖσθαι τῇ κα τὰ Θεὸν αὐτῆς σωτηρίᾳ, ἐφεδρεύειν τε καὶ ἐπιβου λεύειν αὐτῇ, εἶτ' ἐπιτηρεῖν εἴ που γένοιτό τι αὐτῇ σφάλμα ἢ ὄλισθος, ἢ πτῶσις· ὧν εἴ τι συμβαίη περὶ αὐτὴν, τοὺς ἐχθροὺς οἷα χαιρεσικάκους ἐπιτωθάζειν αὐτῇ, τοὐναντίον δὲ πάσχειν διαλαμπούσης αὐτῆς ταῖς κατὰ Θεὸν προκοπαῖς. Εὐχαριστεῖ τοίνυν τῷ Θεῷ, ὅτι μὴ συνεχώρησεν τοῖς ἐχθροῖς ἐφησθῆναι αὐτοῦ τοῖς κακοῖς, ἀνιμήσατο δὲ αὐτὸν ἀναλαβὼν τοῦ πτώ ματος. Ὑψοῖ δὲ τὸν Κύριον μεγάλως καὶ ὑψηλῶς αὐτὸν θεολογῶν καὶ ὁ πρέποντα Θεῷ σώζων παρ' ἑαυτῷ δόγματα· καὶ τὴν ἑαυτοῦ δὲ ψυχὴν ἐν πάσῃ ἀρετῇ καὶ φιλοσόφῳ βίῳ ἐπαίρων, τὸν ἐνοικοῦντα αὐτῇ ὑψοῖ. «Ὅτι ὑπέλαβές με.» Ἀντὶ τοῦ· «ὑπέλαβες,» ὁ Ἀκύλας, «ἀνέσωσας,» φησί. Καὶ οὕτω δὲ σαφὴς ὁ νοῦς, παντὸς τοῦ ὑπολαμβανομένου ὑπὸ τοῦ Θεοῦ ἀνασωζομένου ἀπὸ τῆς κακίας. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με, κ. τ. ἑ. Ταῦτα μὲν οὖν ἐκ προσώπου τοῦ δι καίου λέγεται. Ἐὰν δὲ ὁ Σωτὴρ λέγῃ ταῦτα, ὅρα εἰ οὕτω δύναται καὶ τοῦτο τῆς πρεπούσης τυχεῖν διηγή σεως. Οἱ πιστεύοντές εἰσι σῶμα Χριστοῦ καὶ μέλη ἐκ 12.1293 μέλους· ἐὰν δὲ πάσχῃ μέλος ἓν, συμπάσχει πάντα τὰ μέλη. Καὶ ἐὰν δοξάζηται μέλος ἓν, συνδοξάζεται πάντα τὰ μέλη. Πάσχει δὲ τὸ οὕτως Χριστοῦ σῶμα καὶ δεῖται θεραπείας. Ἐπὶ τῇ ἡμετέρᾳ τοίνυν θεραπείᾳ οὐδὲν ἄτοπον λέγειν πρὸς αὐτόν· «Κύριε ὁ Θεός μου, ἐκέ κραξα πρὸς σὲ, καὶ ἰάσω με.» Καὶ γὰρ ὡς ἴδια ἁμαρ τήματα ἐξομολογεῖται τὰ ἡμέτερα, ὡς ἐν τῷ εἰκοστῷ πρώτῳ ψαλμῷ λέγων· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι παραπτωμάτων μου·» καὶ ἐν τῷ ἑξη κοστῷ ὀγδόῳ· «Κύριε, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.» Ἐκ προσώπου δὲ τοῦ Χριστοῦ ἀμφότεροι εἴρηνται οἱ ψαλμοί. Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολο γεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ἑ. Ἐπεὶ οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, οὐχ ὁ τυχὼν προστάσσεται ψάλλειν τῷ Κυρίῳ, ἀλλ' οἱ ὅσιοι αὐτοῦ, οἵτινες δύνανται ψάλλειν τῷ πνεύματι, ψάλλειν δὲ καὶ τῷ νοΐ. ∆ιὰ τί δὲ μὴ ἠρκέσθη ὁ Προ φήτης τῷ εἰπεῖν· «Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι,» ἀλλὰ προσέθηκε καὶ τὸ «αὐτοῦ,» ὡς ὄντων ὁσίων οὐκ αὐτοῦ; Φαμὲν τοίνυν, ὥσπερ χωρὶς πάσης προσθή κης μόνος ὁ Θεὸς ἀγαθός ἐστιν, οὕτω χωρὶς πάσης προσθήκης ὅσιος μόνος ὁ Κύριος, ὡς ἐν τῇ τοῦ ∆ευ τερονομίου ᾠδῇ εὕρομεν· «∆ίκαιος καὶ ὅσιος ὁ Κύ ριος.» Ὡς δὲ μετὰ προσθήκης ἐστὶ δοῦλος ἀγαθὸς, κα τὰ τό· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ,» καὶ ἄνθρωπος ἀγαθὸς κατὰ τὸ, «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγα θοῦ θησαυροῦ τῆς καρδίας,» καὶ τὰ ἑξῆς· οὕτω μετὰ προσθήκης οἱ ὅσιοι τοῦ Κυρίου. Τοῦ αὐτοῦ. Τάχα δὲ καὶ τοὺς ὅσοι πρότε ρον ἐν ἀκαθάρτοις διάγοντες εἰς μνήμην ἦλθον με τὰ ταῦτα τῆς ἁγιωσύνης αὐτοῦ, προτρέπει εἰς χαρι στείαν. Τοῦ αὐτοῦ. Πᾶς ὁ μεμνημένος τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐξομολογεῖται αὐτῷ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θε λήματι αὐτοῦ, κ. τ. ἑ. Ὥσπερ ἐκ τοῦ λεγομένου θυμοῦ Κυρίου ἐξέρχεται ὀργὴ, οὕτω καὶ ἐκ τοῦ θε λήματος αὐτοῦ γεννᾶται ζωή. Καὶ εἰ ἡ ζωὴ τὴν γνῶσιν σημαίνει· «Ἐγὼ» γάρ «εἰμι,» φησὶ Χριστὸς, «ἡ ζωὴ,» ἡ ὀργὴ τὴν ἀγνωσίαν δηλοῖ. Τῇ ζωῇ δὲ ἀντί κειται ὁ θάνατος· οὐκοῦν ἡ ὀργὴ τὸν θάνατον σημαί νει, τὴν καταστέρησιν τῆς θεωρίας ἐπισημαίνουσα. Καλῶς οὖν λέγεται τὸ, «Ζωὴ καὶ θάνατος ἐν χειρὶ γλώσσης.» Τοῦ αὐτοῦ. Ἔστι δὲ ἐν τῷ ἀναθυμιωμένῳ θυμῷ ἑτοιμότης, καὶ ὀργὴ τῆς ἀνταποδόσεως, καὶ ζωὴ ἐν τῷ θελήματι προηγουμένως ἐστὶ τοῦ Θεοῦ. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σα λευθῶ εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Εἴτε Χριστός φη σιν, εἴτε δίκαιος τὸ, «Εἶπα·» εἶτα μετὰ τὴν ἐπὶ τούτῳ στιγμὴν, «ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα·» ἁρμόζει