De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
δύναμιν, τὸ πρωτότοκος καὶ μονογενής. Πῶς γὰρ ἂν ἐφ' ἑνὸς καὶ ταὐτοῦ τάττοιτό τε ἑκάτερον καὶ ἀληθὲς ὂν νοοῖτο; {Β.} Οὐκ ἂν ἑτέρως δύναιτο, καθάπερ ἐγῷμαι, μὴ παρεισ τρεχούσης τῆς μετὰ σαρκὸς οἰκονομίας. {Α.} Καὶ μὴν ἴσθι τοι πεφρονηκὼς οὐχ ἕτερόν τι παρά γε τὸ τοῖς ἁγίοις καὶ θεηγόροις δοκοῦν, οἳ τὸν περὶ τούτων ἡμῖν παρέδοσάν τε καὶ διεσάφησαν λόγον. Ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης καὶ μονογενῆ καὶ Θεὸν κατωνόμασε τὸν ἐκ Θεοῦ Λόγον, καὶ μὴν καὶ τὸ ἄναρχον ἐν χρόνῳ προσμεμαρτύρηκεν ὡς Θεῷ. Παῦλος δὲ ἡμῖν ὁ καὶ Χριστοῦ γέμων, ἔμπλεώς τε Πνεύματος ἁγίου καὶ ἄριστος ἐν μυστα γωγοῖς· "Ὅταν δὲ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ," καιρόν, οἶμαί που, τὸν πρέποντα τῷ πρωτότοκος ἀπονέμων τὸν μετὰ σαρκός. Παρήχθη γὰρ οὕτως εἰς κόσμον, καίτοι πάλαι τε καὶ διαπαντὸς ἐν αὐτῷ τε ὤν, καὶ ὑπ' αὐτοῦ μὴ γινωσκόμενος. ∆έδεικται δὲ οὕτω λοιπὸν μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἔχων μὲν ἴδιόν τε καὶ ἐξαίρετον τὸ εἶναι μονογενής· Θεὸς γὰρ ἦν ἐκ Θεοῦ, μόνος ἐκ μόνου, καὶ ἀπορρήτως γεγεννημένος· ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς, τότε δή, τότε καὶ ὡς ἀδελφοῖς ἤδη συντετάξεται διὰ τοῦ καλεῖσθαι πρωτότοκος. Ποῦ γὰρ ἡ κένωσις, εἰ μὴ ἐν τῷ γενέσθαι πρωτότοκον ἐκ μονογενοῦς, καὶ ἐν κτίσμασι μεθ' ἡμῶν ὡς ἄνθρωπον τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; Ποῦ δὲ ὅλως "ἐπτώχευσε πλούσιος ὤν," εἰ μὴ προσλαβὼν ὁρᾶται τὸ ἀλλότριον, δι' οὗ καὶ ἐπτώχευσεν; Εἰ δὲ ἐν τῷ κεκενῶσθαι μόνῳ καὶ ἐν τῷ τῆς ὑφέσεως χρόνῳ τὸ γενητόν ἐστι, καὶ τὸ συντετάχθαι κτίσμασιν ἆρ' οὐχὶ πρέποι ἂν ἥκιστά γε τῷ μὴ κενωθῆναι τὸ γενητόν, ἀλλὰ τὸ ὑπερκεῖσθαι κτίσιν καὶ δόξης ἐπέκεινα τῆς τοῦ πεποιῆσθαι δραμεῖν; {Β.} Πρέποι γὰρ ἄν. {Α.} Καὶ εἰ τὸ πρωτότοκος ἐν τῷ δι' ἡμᾶς ἑλέσθαι παθεῖν τὴν θρυλλουμένην πτωχείαν εὖ μάλα παρεισκρίνεται, συνε πτώχευσε γὰρ ἡμῖν, πλούσιος ὤν, ἀραρὸς ἂν εἴη καὶ ἀληθές, οἶμαί που, τὸ χρῆναι νοεῖν ὡς ἦν ἐν τῷ μὴ πτωχεῦσαι μονογενής. Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως οὐδὲ ἓν ἐπ' αὐτῷ διεψεῦσθαι τοῖν ὀνομάτοιν. Ἔστι δὲ ἐν ταὐτῷ 520 καὶ μονογενὴς καὶ πρωτότοκος, ὡς Υἱὸς ἀληθῶς καὶ οὐ ποίημα. {Β.} Ἀλλὰ τέθειται, φασί, καὶ κατὰ τῶν ὁμολογουμένως ποιημάτων τὸ υἱὸς ὄνομα. "Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες." {Α.} Εἶτα τί, φράσον, τὸν ἀληθῶς τε καὶ φύσει Θεὸν καὶ Υἱόν, ἐξ αὐτῆς τῆς οὐσίας πεφηνότα τοῦ Θεοῦ καὶ Πατρός, ἀδικήσειεν ἂν εἰς δόξαν ἤγουν εἰς αὐτὸν τὸν τοῦ πως εἶναι νοούμενον λόγον, εἰ καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν φύσιν ὄντες ἐκ γῆς, διακεκλήμεθα κατὰ θέσιν υἱοὶ καὶ θεοί; Μᾶλλον δέ, πῶς οὐ μετρίως ὀνήσειεν ἂν τοὺς εὐμαθεστέρους ἔν γε τοῖς περὶ Υἱοῦ λόγοις τὸ καθ' ἡμᾶς; {Β.} Τίνα δὴ τρόπον; {Α.} Ὅτι, ὦ 'γαθέ, φαίην ἂν ὡς οὔτε τὰ ὑπερτάτην καὶ ἀνῳκισμένην τινὰ λαχόντα φύσιν κατακομίσειεν ἂν εἰς τὸ τοῦ χειρόνως ἔχοντος μέτρον ἡ τῶν λέξεων ὡς ἐν κατα χρήσει δύναμις, οὔτε μὴν τὸ μεῖον καὶ τῆς ἐκείνων εὐκλείας ἡττώμενον ἀναθρώσκοι ἂν εἰς τὸ ὑπὲρ φύσιν ψιλαῖς ῥηματίων ὑπερβολαῖς ἐκτετιμημένον. Ἆρ' οἶσθα ὅ φημι καὶ συνίης εὖ μάλα; {Β.} Οὐ σφόδρα. {Α.} Ἄκουε δὴ οὖν. Ἑνὸς ἐφ' ἡμᾶς ὄντος τε καὶ προσκυνουμένου τοῦ κατὰ φύσιν Θεοῦ, θεοὶ καὶ αὐτοὶ κατὰ χάριν ὠνομάσμεθα, καὶ μὴν καὶ τὴν τῆς υἱότητος πεπλου τήκαμεν δόξαν. Οὐ γὰρ δὴ τοῦτο προὔφερες ἡμῖν ἀρτίως; {Β.} Ναί. {Α.} Τί οὖν, ὦ φιλότης, ἐπειδὴ θεοὶ κεκλήμεθα καὶ υἱοί, ἆρ' ἔσθ' ὅπως ἂν καὶ ἡμεῖς αὐτοὶ θεοὶ κατὰ φύσιν καὶ ἀληθῶς υἱοὶ τοῦ πάντων ὑπερκειμένου καὶ ὑπερανίσχοντος ὑπάρξαιμεν ἄν, οὐκ εἰσκεκριμένον ἔχοντες τὸ ἐπὶ τῷδε λαμπρὸν ἀγλάϊσμα, φύσεως δὲ τῆς ἀνωτάτω καρπὸς εἶναι πεπιστευμένοι; {Β.} Οὐδαμῶς. Τὸ γὰρ φύσει γενητόν, πῶς ἂν εἴη φύσει Θεός; {Α.} Εὖγε, ὦ ἑταῖρε· μένει γὰρ ἕκαστον ἐν ἰδίᾳ φύσει, τῷ τῆς λέξεως ὄγκῳ μὴ συνεξαιρόμενον, μήτε μὴν συγκα θιέμενόν τε καὶ συνυφιζάνον, εἰ καὶ λαλοῖτό τι περὶ αὐτοῦ τῶν χθαμαλωτέρων. Οὐκοῦν φέρε λέγωμεν, ὡς εἴπερ ἴοι καθ' Υἱοῦ τὸ πρωτότοκος, ὡς γενητοῦ δι' ἡμᾶς ὅτε πέφηνε καθ' ἡμᾶς, οὐκ ἂν ἀποβάλοι τὸ εἶναι Θεὸς καὶ Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς. Ὥσπερ γὰρ ἡμᾶς οὐκ