78
καὶ Στερί δολα καὶ Ἀχρίδαν καὶ τὰ Ἰλλυριῶν ὀχυρώματα, καὶ ἕως ∆υρραχίου φθάνει τὸ δόρυ κινῶν· προσβάλλει δὲ καὶ Πάτρᾳ καὶ Τρίκκῃ. Καὶ τὰ κύκλῳ κατὰ συνθήκας κρατήσας, καὶ ἀμαχεὶ τὰ πλεῖστα, εἰς φόβον μέγαν καθίστησι τὸν δεσπότην καὶ ἐν στενῷ κομιδῇ. Τότε καὶ ἐγγίονος ἀξιῶν τύχης αὐτὸν πρὸς αὐτὸν καὶ ὁ κρατῶν, πέμψας τὰ σύμβολα, σεβαστοκράτορα καθιστᾷ.
ιβʹ. Ὅπως Μιχαὴλ ὁ δεσπότης στενοχωρηθεὶς πέμπει τὴν σύζυγον καὶ τὸν υἱὸν πρὸς βασιλέα. Ὁ δὲ Μιχαήλ, μεθό, συγχρησαμένου ταῖς ἀπὸ τοῦ γαμβροῦ Μαφρὲ συμμα χίαις, τὰ κατὰ τὸν καίσαρα συνέβη περὶ ὧν μοι καὶ προανετάθη, νοῦν λαβών, ἁλούσης τῆς πόλεως, πέμπει πρὸς βασιλέα τήν τε σύζυγον Θεοδώραν καὶ Ἰωάννην τὸν παῖδα, ἐκείνην μὲν τὰς εἰρηνικὰς πρεσβεύσουσαν, τὸν δ' υἱὸν 153 ἐσόμενον ὅμηρον, πλὴν ἐς διηνεκές, ἐφ' ὅσον ζῴη, ἀξόμενον καὶ τὴν συνοι κήσουσαν προσηκόντως, ἣν δὴ καὶ δώσει ὁ βασιλεύς. Τότε γοῦν ἐκεῖνος, διὰ τάχους καταστρεψάμενος τἀκεῖ, ἀρεϊκῶς ἠγωνισμέ νος, μᾶλλον δὲ καὶ καταστήσας, φρουροὺς ἐμβαλὼν καὶ φυλακὰς ἐπιστήσας, ἐπανέζευξε μετὰ λαμπρῶν καὶ περιφανῶν τῶν τροπαίων, καὶ λείαν οὐκ ὀλίγην περιβαλλόμενος. Τιμᾷ τε τοῖς ἀξίοις ἐκεῖνον ὁ βασιλεύς, σὺν ἐκείνῳ δὲ καὶ πολλοὺς ἄλλους μεγίσταις δωρούμενος ταῖς ἀξίαις.
ιγʹ. Ὅπως τοὺς μεγιστᾶνας ἀξιώμασιν ἐτίμα ὁ κρατῶν. Τὸν μὲν οὖν Ἰωάννην δεσπότην ἐγκαθιστᾷαἱ δέ γε πράξεις ἐκείνου καὶ μέγαν ἐφήμιζον, θάτερον δὲ τῶν ἀδελφῶν Κωνσταντῖνον σεβαστοκράτορα μετὰ καίσαρα· ἅμα γὰρ τὸν Ἰωάννην σεβαστοκράτορα καὶ αὐτὸν καίσαρα ἀπεδείκνυ. Τὸν δέ γε πενθερὸν τοῦ δεσπότου, τὸν Τορνίκιον Κωνσταντῖνον, ἐκ μεγάλου πριμμικηρίου σεβαστοκράτορα καὶ αὐτὸν καθίστησι, πλὴν οὐ κατὰ τὸν πρῶτον καὶ ἀδελφόν· ἐκεῖνον γὰρ καὶ βασιλικοῖς ἀετοῖς κατὰ τὸ σύνηθες ἐμεγάλυνε, τοῦτον δὲ δίχα τῶν συμβόλων ἐκείνων ἐν μόνοις τοῖς κυανοῖς σεβαστοκράτορα ἔγραφεν. Ἐξεδίδου δὲ καὶ τὴν αὐτοῦ θυγατέρα τὴν μετὰ τὴν προτέραν, ἣν ὁ δεσπότης εἶχε, τῷ τοῦ δεσπότου υἱῷ ἐκ δύσεως Ἰωάννῃ, ὃν καὶ ὡς ὅμηρον πεμφθῆναι τῷ βασιλεῖ παρὰ τοῦ πατρὸς ὁ λόγος προέγραφεν. Ἀλέξιον δὲ τὸν γέροντα Στρατηγόπουλον προὐβάλλετο καίσαρα, τὸν δὲ γέροντα Λάσκαριν τὸν τοῦ Τζαμαντούρου ἀδελφόναὐτὸς γὰρ ὑπέδυ τὸν μοναχόνμέγαν δοῦκα ἐφήμιζε. Ἰωάννην τε τὸν Ῥαούλ, υἱὸν τοῦ 155 πρωτοβεστιαρίου Ῥαούλ, καὶ τὸν τοῦ πηρωθέντος Φιλῆ υἱὸν Ἀλέξιον, τὸν μέν, τῇ τοῦ πρωτοβεστιαρίου Μουζάλωνος, πρὸ μικροῦ χηρωθείσῃ τρόπον ὃς εἴρηται, Θεοδώρᾳ, ἀδελφιδῇ αὐτοῦ γε οὔσῃ, Εὐλογίας ἐκ Καντακουζηνοῦ θυγατρὶ τῆς αὐτοῦ αὐταδέλφης, εἰς γάμον συναρμόσας, πρωτοβεστιάριον ἀποκαθίστησι, τὸν δέ, εἰς ἓν λέχος τῇ αὐταδέλφῃ ταύτης Μαρίᾳ συναγαγών, μέγαν δομέστικον ἀποδείκνυσι. Τὴν δὲ ἐκ θατέρας τῶν αὐταδέλφων αὐτοῦ Μάρθας γεννηθεῖσαν Θεοδώραν, ἣν καὶ ὁ Καβαλλάριος Βασίλειος εἶχε, διαζεύξας ἐκεῖνον αὐτῆς, τῆς αὐταδέλφης δεηθείσης διὰ τὰ συμβάντα οἱ παρὰ τὴν αὐτοῦ αἰτίαν, τῷ Βαλανιδιώτῃ ἐκδίδωσιν, ὃν καὶ μέγαν στρατοπεδάρχην τιμᾷ· τοὺς δὲ ταύτης αὐταδέλφους, Μάρθας τῆς αὐταδέλφης υἱούς, νέους ὄντας, ὑπερηγάπα καὶ ἐντὸς τῶν βασιλείων εἶχεν ἐκτρεφομένουςΜιχαὴλ δ' ἦσαν καὶ Ἀνδρόνικος καί γε Ἰωάννης αὐτοῖς τὰ ὀνόματα, ὡς καὶ πολλῷ ὕστερον καὶ τὸν ἐκ δύσεως Παλαιολόγον Ἀνδρόνικον, ὃν καὶ ἐξάδελφον ἔγραφε, συναναβάντα τῷ δεσπότῃ συνάμα καὶ ἄλλοις πολλοῖς δυτικοῖς ἄρχουσι, συνοικίσας τῇ τοῦ Ῥαοὺλ θυγατρί, κεχηρωμένῃ οὔσῃ καὶ ταύτῃ τοῦ Ἀνδρονίκου Μουζάλωνος, ὃν καὶ μέγαν δομέστικον ἀνεγράφομεν, πρω τοστράτορα ἀποδείκνυσι. Τότε δ' ἐπὶ τῷ ἀξιώματι τούτῳ καὶ τὸν Φιλανθρω πηνὸν Ἀλέξιον ἐγκαθίστα. Τὸν δὲ τῆς πενθερᾶς αὐτοῦ αὐτάδελφον Ἄγγελον μέγαν ποιεῖ πριμμικήριον, πρωτοσεβαστὸν δὲ τὸν Νοστόγγον Μιχαὴλ καὶ μυστικὸν τὸν Παλαιολόγον Μιχαήλ, οὓς καὶ αὐτανεψίους ἐλέγομεν εἶναι κατὰ γένος τῷ βασιλεῖ. Ἄλλους τε πολλοὺς τῶν ἀρχόντων τοῖς ὀφφικίοις