ἐγράφη· πάντων γὰρ προμηθούμενος ὁ Θεὸς, τὴν πάντων προφέ ρει θεραπείαν. - Σύμμαχος· Μὴ συναφθή τω σοι θρόνος ἐπηρείας, πλάσσων ταλαιπω ρίαν κατὰ προστάγματος. Μὴ συμπαρέστω θρόνος ἀνομίας ὁ πλάσσων κόπον, ὀνόματι προστάγματος· μὴ μετέξῃ σου θρόνος ἐπι βουλῆς, πλάσσων κόπον ἐπὶ ἀκριβασμόν· μὴ σονισωθήτω σοι θρόνος ἀνομίας, πλάσσων κόπον ἐπὶ πρόσταγμα· οὐ γὰρ ἀρκοῦνται παιδεύειν ἐν ζημίᾳ καὶ μάστιγι, ἀλλὰ καὶ ψήφου θανάτου. - ̓Αλλὰ ἀφανιεῖ αὐτοὺς Κύριος, ὁ Θεὸς ἡμῶν. Τῶν μὲν κακίαν γὰρ ἀφανίζει Κύριος, ὡς δικαιοσύνη· τῶν δὲ αγ νοιαν, ὡς σοφία καὶ γνῶσις. 94.3,4 Οτι Θεὸς μέγας Κύριος καὶ βα σιλεὺς μέγας ἐπὶ πάντες τοὺς θεοὺς, οτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, οτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ υψη τῶν ὀρέων αὐτοῦ ἐστιν. ̔Ο βασιλεὺς τῶν βασιλευόντων οντως βα σιλευόντων, βασιλεὺς μέγας ἐστὶν ἐπὶ πᾶ σαν τὴν γῆν· βουληθείς τε καὶ πράγματι εδειξε τὴν κατὰ πάντων κυριότητα, καὶ οτι καὶ τὸν γῦρον κρατεῖ τῆς γῆς, καὶ τῶν ὑψη λῶν ἐστιν ὑψηλότερος, καὶ παντὸς στοιχείου δεσπότης ωφθη, τρέπων καὶ μεταβαλὼν, ὡς βούλεται, τὰ πράγματα. - ̔Ο ὑψηλὸς τὴν διάνοιαν τοῦ Θεοῦ ἐστιν ὁ ὑψηλὸς ἐν θεω ρίᾳ, ουτος τοῦ Κυρίου λέγεται ειναι, ὡς μᾶλ λον τῶν αλλων νοῶν περὶ Θεοῦ. 94.6,7 ∆εῦτε, προσκυνήσωμεν, καὶ προσ πέσωμεν αὐτῷ ἡμεῖς λαὸς νομῆς καὶ πρόβα τα χειρὸς αὐτοῦ. ̓Εγώ εἰμι, φησὶν ὁ Χριστὸς, ποιμὴν κα λός. -Τῇ προσκυνήσει τὸν δέσποτα ὁμο λογοῦντες, ἡμεῖς πάντες τοῦ Θεοῦ οἱ τη λυγετότερον προσιόντες ἐσμὲν, λογικὸς μὲν λαὸς νομῆς, οὐ χειρὸς αὐτοῦ, ἀλλὰ αὐτοῦ· αλογοι δὲ, πρόβατα οὐκ αὐτοῦ, ἀλλὰ χειρὸς αὐτοῦ. -Τὰ παρηγγειλμένα, φησὶν ἐπιτε λευταῖον Χριστῷ, διά τε τὰ αλλα, καὶ διότι μέγας φύσει Θεὸς καὶ μέγας ἐστὶ βασιλεὺς, οτε Μονογενὴς ων τοῦ Θεοῦ Λόγος· ἡδέως δὲ ἀντιδιατρίβει διηγούμενος τὸ μέγεθος καὶ τὴν ἐξουσίαν καὶ τὴν δύναμιν. 94.8 Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀ κούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Τὸ σήμερον τὸν βίον παρόντα σημαίνει. ̓Ιησοῦς γὰρ χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 94.10,11 Τεσσαράκοντα ετη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ ειπα· ἀεὶ πλάνωνται τῇ καρδίᾳ, καὶ αὐτοὶ οὐκ εγνωσαν τὰς ὁδούς μου, ὡς ωμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύ σονται εἰς τὴν κατάπαυσίν μου. Τεσσαράκοντα, δυσηρεστήθην ἐν τῇ γε νεᾷ ἐκείνῃ .... μάλιστα δὲ τὰ παιδία γενήσε ται τὸν τεσσαράκοντα ἐτῶν χρόνον ἐν τῇ ἐ ρήμῳ διαγαγεῖν παρεσκεύασεν αὐτοὺς, εως αὐτοὶ μὲν κατηναλώθησαν, οἱ δὲ παῖδες ηὐ ξήθησαν. Προσώχθισα γὰρ, φησὶ, τῇ γενεᾷ ἐκείνῃ, τουτέστι δυσηρεστηθεὶς ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὑρίπιστον τῆς γνώμης ἰδὼν, οτι οὐκ εγνωσαν τὰς ὁδοὺς καὶ τὰς οἰ κονομίας μου· οὐδὲ ταῖς ὁμωμοσμέναις ἀ πειλαῖς προσέχειν ἐθέλησαν, οὐδὲ μεταμε λήσαντες λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· ου δὴ χάριν τῆς ἐπηγγειλμένης τοῖς πατρά σιν οὐκ ἀπέλαυσαν γῆς· ην κατάπαυσιν ὀνο μάζει ὁ λόγος, ἐπειδὴ ἐν τῇ ἐρήμῳ μεταβά σεις ἐποιοῦντο συχνὰς τῆς σκηνῆς ἡγουμέ νης ἐν ῃ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπο ρίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερω θεῖσιν ἐνεπάγη χωρίοις. Αὐτὴ μὲν ἡ ἱστορία· ιδωμεν δὲ τὸν ψαλμὸν καὶ πνευματικώτερον. -̔Οδοί εἰσι τοῦ Κυρίου αἱ πατρικαὶ ἀρε ταὶ, αἱ ἐπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐ ρανῶν. ̔Ο μὴ ὁδεύων τὰς ὁδοὺς τοῦ Θεοῦ, οὐκ εγνω αὐτάς· ἀμήχανον γὰρ γνόντα μὴ ὁδεῦσαι, ἐπείπερ ἐπακτικόν τε καὶ ἀναγκα στικὸν εχει τὸ κάλλος αὐτῶν θεωρούμενον. Εἰ δὲ τοῦτο ἐπὶ τῶν ὁδῶν λεκτέον, τί φήσο μεν περὶ τοῦ εἰπόντος· ̓Εγώ εἰμι ἡ ὁδός; τί δὲ περὶ τοῦ Θεοῦ, ον οὐδεὶς γνοὺς ἁμαρτά νει ετι; οθεν ἐν Βασιλείαις ἐπὶ τῶν ἁμαρ τανόντων λέγεται· Οὐκ εγνωσαν τὸν Κύ ριον. 95.1 Ασατε τῷ Κυρίῳ ᾳσμα καινόν. Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύε ται τὸ καινὸν ᾳσμα, τουτέστι τὴν νέον δια θήκην ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰ κουμένην εθνεσιν. 95.9 Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶ σα ἡ γῆ. Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως Θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα. - ̓Εθεμε λίωσε γὰρ ἐπὶ