τὸ μὴ σαλεύεσθαι λέγειν 12.1296 ἐν εὐθηνίᾳ ὄντα. Τοῦ Σωτῆρος μέντοι, ὡς πολλάκις εἴπομεν, τὸ ἀνθρώπινον τοῦτο λέγει. Κατὰ δὲ Σύμμα χον, ἐὰν ᾖ, «ἐν τῇ ἠρεμίᾳ μου,» δύναται τὸ γαλη νὸν καὶ ἀτάραχον τῆς τετελειωμένης δηλοῦσθαι ψυχῆς, ἐν ᾗ πᾶς ὁ γενόμενος οὐδαμῶς ἔτι περιτραπήσεται. Ὁ γὰρ εὐθηνῶν πνευματικῶς οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος, κ. τ. ἑ. Ἄλλος δέ φησιν· Καὶ Χριστοῦ καὶ δικαίου ἐστὶ φωνὴ εὐ χαριστική. Πρὸς γὰρ τῷ προειρημένῳ τῆς θεότητος κάλλει, καὶ δυνάμεως τὸ ἀνθρώπινον τοῦ Χριστοῦ. καὶ πᾶς ἅγιος κεκοινώνηκε, καὶ μετέχει δὲ τούτων θελήματι Θεοῦ καὶ τῷ προηγουμένῳ ἑκουσίῳ αὐτοῦ. Ἐὰν δὲ, ὡς ὁ Ἀκύλας ἔγραψεν, «ἐν τῷ ὄρει μου,» ὄρος Χριστοῦ τὴν Ἐκκλησίαν αὐτοῦ νοητέον, ὑψηλο τάτην καὶ μετέωρον οὔσαν. Τούτῳ δὲ τῷ ὄρει κράτος ἀπὸ τοῦ Πατρὸς ἐν τῇ εὐδοκίᾳ αὐτοῦ ἐστι βεβαίως δοθέν. Κρατεῖ δὲ ἡ Ἐκκλησία βασιλεύουσα τῶν λοι πῶν ἐπὶ γῆς καὶ Χριστῷ συμβασιλεύουσα. Εἰ δὲ κατὰ τὸν Σύμμαχον ᾖ, «τῷ προπάτορι,» τίς ἂν προπάτωρ λέγοιτο Χριστοῦ ἢ τοῦ δικαίου ἢ ὁ Ἀβραὰμ, ᾧ δύναται ἑστάσθαι τὸ κράτος τῷ γένει αὐτοῦ καὶ τοῖς ἐνευλο γουμένοις αὐτῷ πᾶσιν ἔθνεσι πληρουμένων τῶν θείων εὐαγγελίων; Τοῦ αὐτοῦ. Λέγειν δὲ καὶ τὸν Χριστὸν πρὸς τῷ καιρῷ γενόμενον τοῦ πάθους τὸ, «Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος,» οὐκ ἔστιν ἄτοπον, ὥσπερ καὶ ἐν τῷ Εὐαγγελίῳ, ὅπου μέν φησι· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγ κατέλιπες;» ὅπου δὲ, «Νῦν ἡ ψυχή μου τετάρα κται.» Τοῦ αὐτοῦ. Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. Εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖκα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἴδασι τὰ ἐπὶ γῆς, τὸ πρόσωπον τοῦ Θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς, οἱ χαρακτηρίζοντες τὸν δημιουργικὸν αὐτοῦ λόγον. Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθορὰν, κ. τ. ἑ. Κράζει ταῦτα καὶ ὁ τὰ ἐπουράνια μόνα ποθῶν. Τί με δεῖ, φησὶν, εὐεκτεῖν ἐν αἵματος πλήθει τὸ σῶμα, προσδοκωμένης μοι τῆς ἐκ τοῦ θανάτου φθορᾶς; Ἀλλ' οὐ μᾶλλον ὑπωπιάζειν τὸ σῶμα, μήπως ὑπερζέσαν τὸ αἷμα πρὸς ἁμαρτίαν κινήσῃ; Τοῦ αὐτοῦ. Ὁρῶν μηδὲν ἄξιον ἡμᾶς ποιοῦν τας τοῦ τιμίου αἵματος, οὗ ἠγοράσθημεν, ταῦτά φη σιν ὁ Σωτήρ. Ἐπειδὴ γάρ τινες τῶν ὑπὲρ ὧν ἀπέθα νεν, ἐπιμένουσι κακίᾳ καὶ δυσσεβείᾳ, ἔδοξεν ἡ εἰς τὴν διαφθορὰν τοῦ Σωτῆρος κάθοδος, καὶ ἡ ἔκχυσις 12.1297 τοῦ αἵματος αὐτοῦ μάτην γεγενῆσθαι. ∆ιαφθορὰν δὲ λέγει τὴν φύσιν τῆς σαρκὸς, ἢν ἐνδέδυται, ἢ τὸν θά νατον εἰς ὃν ἔφθασεν. Ἐρεῖς δὲ, ὅτι κατέβη μὲν εἰς διαφθορὰν, οὐκ ἔλαβε δὲ ἀπὸ τοῦ Θεοῦ ἰδεῖν δια φθοράν. «Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγ γελεῖ τὴν ἀλήθειάν σου;» Ὁ διὰ τοῦ τὰ ὑλικὰ πράτ τειν, καὶ φρονεῖν τὰ ἐπίγεια, χοῦς γεγονὼς, καὶ ἐπι μένων τῇ ἁμαρτίᾳ, οὐδ' ἐξομολογήσεται τῷ Θεῷ, ἢ ἀναγγελεῖ τὴν ἀλήθειαν αὐτοῦ, καὶ δι' ἠθῶν καὶ γνώ σεως ἐσφαλμένος. Ὁ γὰρ ἔχων τὴν εἰκόνα τοῦ χοϊ κοῦ, τῷ εἶναι ἐν σαρκὶ, καὶ μὴ πνεύματι, χοῦς ἐστι, καὶ ἐν ᾅδῃ ἐστί· διὸ οὐδὲ ἐξομολογήσεται τῷ Θεῷ. Ὁ δὲ ἀναγγέλλων τὴν ἀλήθειαν τοῦ Θεοῦ, ταχθεὶς ὑπ' αὐτοῦ διδάσκαλος, οὐκ ἂν εἴη χοῦς· κολλώμενος γὰρ τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἀλλὰ κἂν χοῦς τις ᾖ, καὶ φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὐκ ἂν δύναιτο ἀναγγέλλειν τὴν ἀλήθειαν τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Οὐ δοξάσει χοϊκός. Ἀλήθεια ὁ Χριστός· ἢ τάχα τὴν ἐν πράγμασι λέγει ἀλή θειαν. Ἤκουσε Κύριος, καὶ ἠλέησέ με. Κύριος ἐγε νήθη βοηθός μου, κ. τ. ἑ. Λέγοι δ' ἂν ταῦτα καὶ ὁ Σωτὴρ εἰσακουσθεὶς περὶ τῶν κοινωνικῶν ὡς δι' αὐτοῦ μελλόντων ἐξομολογεῖσθαι τῷ Θεῷ, ἐφ' οἷς εὐφραινόμενός φησιν· Οὐ μὴ λυπηθῶ, (τοῦτο γὰρ τὸ, «Οὐ μὴ κατανυγῶ·») τὴν ἐμὴν δόξαν ἀπολαβών. Ἠλεῆσθαι δὲ λέγει ἐλεηθεὶς τῶν ἡμῶν, καὶ τὸ περὶ ἡμῶν πένθος καὶ κοπετὸν εἰς εὐφροσύνην με ταβαλών. Καὶ ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ φη σίν· «Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογή σομαί σοι.» Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, κ. τ. ἑ. Ὥσπερ τὸν κόπον δέχεται χαρὰ, οὕτω καὶ τὴν πρακτικὴν γνῶσις Θεοῦ. ΨΑΛΜΟΣ Λʹ. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ