De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀνεβίβασεν εἰς τὸ ὑπὲρ φύσιν τὸ διακεκλῆσθαι θεούς, οὕτως, οἶμαι, κατα κομίσειεν ἂν οὐδαμῶς εἰς τὸ παρὰ φύσιν αὐτὸν τὸ συντετάχθαι κτίσμασι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ παραιτοῖντό τινες τὸ τῆς λέξεως ἀδιάφορον καὶ τὸ λίαν οὐκ ἀκριβὲς εἰς κατά χρησιν παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς, ἀπορήσειν, οἶμαι, λόγου παντὸς ἡμᾶς τε κἀκείνους, εἴ γέ τῳ δοκεῖ 521 περιεργότερον ἀναμαθεῖν ἐπείγεσθαί τε καὶ λέγειν τὴν ὑπὲρ πάντα φύσιν, τὴν ὑπὲρ σῶμα καὶ εἶδος, ἄποσόν τε καὶ ἀμεγέθη, καὶ ἀναφῆ, καὶ ἄϋλον, πρὸς σωματικοὺς ἀνθότου καταφέρουσι τύπους αἱ θεόπνευστοι Γραφαί, πρόσωπον Κυρίου, χεῖράς τε καὶ πόδας ἡμῖν ὀνομάζουσαι; Ῥᾷστα δ' ἂν ἀποσκευασαίμεθα καὶ μάλα νεανικῶς τὰς τῶν τοιούτων ἐπιτιμήσεις, ἐκεῖνό που λέγοντες τὸ σοφόν, ὡς καταλω βήσαιτ' ἂν οὐδὲν εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶ τὴν ὑπὲρ σῶμα φύσιν ἡ τῶν λέξεων ἀδιάκριτος προφορὰ διὰ τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις ἀναγκαίως ἐπινοουμένη. Ἢ οὐκ ἂν γένοιτο πιθανὸς ὁ λόγος καὶ μάλα ἔχων ὀρθῶς; {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Ἐπειδὴ δὲ ταῖς ἄγαν δοκησισοφίαις ἀναφυσώμενοι, κατεξανιστᾶσι φληνάφως ὡς δυσανάτρεπτον ἐπιχείρημα τῷ μονογενεῖ τὸ πρωτότοκος, οὐκ ἀσύντακτον εἶναι δεῖν κτίσει λέγοντες αὐτόν, ὡς ἀδελφὴν καὶ ὁμοφυᾶ τοῖς ὅλοις λαχόντα τὴν φύσιν, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, οὐκ ἀσυντελὲς εἰς ὄνησιν; {Β.} Ὡς ἥδιστά γε ἐρεῖς καὶ ἐθέλοντί μοι. {Α.} Ἆρ' οὐχὶ δι' Υἱοῦ κεκλήμεθα πρὸς υἱοθεσίαν οἱ πίστιν εἰσδεδεγμένοι τὴν εἰς αὐτόν, καὶ μεμορφώμεθα πρὸς αὐτὸν οἱονεὶ πρὸς ἀρχέτυπον εἰκόνες; {Β.} Ναὶ κεκλήμεθά τε καὶ μεμορφώμεθα πρὸς Υἱόν. Γέγραπται γὰρ ὅτι, "Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι." {Α.} Ἄριστα ἔφης. Τὸ δ' οὖν ἀναγκαῖον ἔν γε τουτῳὶ φράσαις ἂν οἶδ' ὅτι καὶ μάλα ὀρθῶς. Κεκλήμεθα πρὸς υἱοθεσίαν, ἆρ' οὐσιώδη καὶ φυσικήν; Καὶ εἰ μὴ κληθῆναι συμβαίνει λαχόντες τὴν ἀδελφότητα καὶ τὸ συγγενές, ἢ πῶς; {Β.} Οὐκ οὐσιώδη ποθέν, ἀλλ' εἰσποίητόν τε καὶ κατὰ χάριν. {Α.} Πῶς οὖν ἔτι γενητὸς ὁ Υἱὸς διὰ τὸ πρωτότοκος; Κατὰ τίνα δὲ τρόπον οὐσιωδῶς ὡς ἀδελφοῖς συντετάξεται διὰ τὸ ὁμοειδές, καίτοι τὴν πρὸς αὐτὸν ἀδελφότητα φυσικὴν μὲν οὔ τί που, θύραθεν δὲ μᾶλλον καὶ ἐν χρόνοις ἀποκερ δαίνομεν, καὶ οὐχὶ τοῖς ἀνωτάτω τῆς μετὰ σαρκὸς ἐπιδημίας, ἀλλ' ὅτε γέγονε καθ' ἡμᾶς; Οὐ γάρ, οἶμαι, φαῖεν ἄν, καίτοι σφόδρα παραληρεῖν ᾑρημένοι, ὡς εἰς ἀδελφότητα τὴν πρὸς τὸν Υἱὸν τοὺς ἀρχαιοτέρους ἐκάλει τὸ γράμμα τὸ νομικόν. Πνεῦμα γὰρ ἦν ἐν ἐκείνοις δουλείας. Ὅθεν τοι καὶ μάλα ἐστὶν ἐναργὲς ὡς οὐκ ἐν δούλοις ἡμῖν ὁ ἐκ Θεοῦ Λόγος, 522 τὸ ἐν δούλου τάξει κείμενον ἔτι πρὸς ἀδελφότητα μὴ λαβών. Πλὴν ἐπ' ἐκεῖνο νυνὶ σοφῶς καὶ ἀπερισπάστως ἰτέον. {Β.} Τὸ τί; {Α.} Τὸ φύσει προσόν, ὦ Ἑρμεία, τῶν ὄντων τισὶν οὐκ ἐν χρόνοις ἂν γένοιτο μεθεκτόν, ἀλλ' οὐδ' ἂν ἴοι ποθὲν ὡς ὀθνεῖον εἰσκεκριμένως, ἀεὶ δ' ἂν μᾶλλον ἐνυπάρχον ὁρῷτο, καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν. Οἷον δὲ δή τί φημι, λογικὸς ἐν ἀρχῇ καὶ κατὰ φύσιν ὁ ἄνθρωπος, πλούσιός γε μὴν οὐκ ἔτι. Ἆρ' οὖν εἰσδέξεται μὲν ὡς ἐπακτόν τε καὶ ἔξωθεν τὸ πλουτεῖν, φυσικοῖς δὲ νόμοις ἐρηρεισμένον ἔχει τὸ εἶναί τε καὶ κεκλῆσθαι λογικός; Οὐκοῦν ἀληθὲς ὡς οὐκ ἄν, οἶμαί, τις νοοῖτο λαβεῖν, καὶ τοῦτο ἐν χρόνοις, ὃ τῇ πρὸς τὸ εἶναι προόδῳ σύνδρομον ἔχει. {Β.} Ἀληθές. {Α.} Εἰ τοίνυν ἀεὶ τοῖς κτίσμασιν ἀδελφός τε ἦν καὶ ἐναρίθμιος ὁ Υἱός, ὡς ὁμογενὴς αὐτοῖς, διά τε τοῦτο πρωτό τοκος, τί τὸ φύσει προσὸν ἡμῖν, ὡς οὐκ ἔχουσιν ἐχαρίζετο, φημὶ δὴ τὴν ἀδελφότητα; Τί δὲ δὴ καὶ μόνοις ἐδίδου τοῖς πεπιστευκόσι, καίτοι πᾶσι μετόν, καὶ εἰ μή πω πιστεύσειαν; Τί γὰρ ἔτι τὸ μεσολαβοῦν καὶ οἰκειότητος ἀποτέμνον, κατά γε τὸ πεποιῆσθαι κοινῶς, γενητοῦ τὸ γενητόν; Ἆρ' οἷ πρόεισιν ὁ λόγος τοῖς δι' ἐναντίας αἰσθάνῃ λοιπόν; {Β.} Ναί. {Α.} Οὐκοῦν τὸ φληνάφοις ἐντρίβεσθαι λογισμοῖς μεθέντες, ὦ τᾶν, τὸ ἀμωμήτως ἔχον διαπεραίνωμεν, φρονοῦντες ὀρθῶς ὡς εἴη μὲν δι' ἡμᾶς πρωτότοκος, ὅτε γέγονε καθ' ἡμᾶς, μονογενὴς δὲ αὖ ὡς οὐδενὶ τὸ σύμπαν συντεταγμένος, ἐπείτοι μόνος ἐξέφυ, καὶ ἐξ αὐτῆς γεγέννηται τῆς οὐσίας τοῦ Θεοῦ