79
προσανε βίβαζεν, ὡς καὶ τὸν λογοθέτην τῶν ἀγελῶν Ἁγιοθεοδωρίτην λογοθέτην τῶν 157 οἰκειακῶν ἐπαναβιβάζων ἐκάλει καὶ Μιχαὴλ τὸν Κακόν, πρωτασηκρῆτις ἀναδείξας, εὐγενεῖ συνήρμοττε κόρῃ ἐκ τοῦ τῶν Φιλανθρωπηνῶν γένους, καὶ ἁπλῶς πολὺς ἦν τοὺς ἄρχοντας δεξιούμενος.
ιδʹ. Ὅπως διὰ σπουδῆς εἶχεν ὁ βασιλεὺς τὸ τὴν πόλιν ἑλεῖν καὶ ὅπως Σηλυβρίαν εἷλεν. Ἦν οὖν αὐτῷ διὰ σπουδῆς μεγίστης καὶ τὴν πόλιν ἑλεῖν, καὶ προσηνάγ καζε, τρόπους ἐφευρίσκων μάχης πρὸς Ἰταλούς, καὶ τὰ κύκλῳ ταύτης προκαταλαβεῖν ἠπείγετο. Ἐπεὶ δὲ καὶ ἔτι παρ' Ἰταλῶν ἡ Σηλυβρία κατείχετο, πέμψας αἱρεῖ κατὰ κράτος καὶ τῶν Ῥωμαίων ποιεῖται τὴν πόλιν ἀκονιτί. Ἔτι τε προσεχώρουν ἐγγύτερον οἱ ἡμέτεροι καὶ τὰ ἔξω τῆς πόλεως ἐν χερσὶν εἶχον πλὴν Ἀφαμείας, ἰσχυροῦ φρουρίου κατεχομένου τοῖς Ἰταλοῖς. Ἦσαν δέ τινες κατοικοῦντες ἀπὸ Χρυσείας τε καὶ ἐπέκεινα, ἀνέτους τὰς γνώμας ἔχοντες, εἴτε πρὸς Ῥωμαίους εἴτε πρὸς Ἰταλοὺς ἐθέλοιεν ἀποκλίνειν, τῶν μὲν Ῥωμαίων προσκειμένων αὐτοῖς οὖσι Ῥωμαίοις, τῶν δ' Ἰταλῶνφυλακὴν ἐκ τούτων πιστευόντων ἔχειν διὰ τὸ πρὸς αὐτοὺς σύνηθες· οὐ γὰρ ἦν ἑτέροις πιστεύειν. Τὸ δὲ καὶ τοὺς κατοικοῦντας ἐκδιῶξαι, μὴ καὶ κίνδυνος ἐκ τῆς ἐρημίας προσέσται. Ἦσαν γοῦν μεταξὺ Ῥωμαίων καὶ Ἰταλῶν καὶ διὰτοῦτο ἐκέκληντο καὶ θεληματάριοι, τὴν ἔξω τῆς πόλεως γῆν καρπιζόμενοι καὶ διαζῶντες ἐκεῖθεν καὶ παρ' ἀμφοτέρων εἰς ἄνεσιν μένοντες, χρῃζόντων ἑκατέρων τῆς ἐκείνων ἀγάπης, ὡς ἄν γε μὴ βλάπτοιντο· δῆλοι γὰρ ἦσαν διὰ μίσους τοὺς οὐκ οἰκείους ἕξοντες. Ἦν γὰρ καὶ τοὺς Ἰταλοὺς ἐκ τοῦ ἀναχωρεῖν ἐκεῖθεν ἐκείνους βλάπτεσθαι, ἐρημωθέντος τοῦ τόπου, καὶ τοὺς Ῥωμαίους, εἰ ἐγχειροῖεν ἐπί τι, μὴ ὅπως γε συνεργεῖσθαι, ἀλλὰ καὶ κατὰ κράτος εἴργε σθαι παρ' αὐτῶν διὰ τὸ πρὸς ἐκείνους μῖσος καθαρῶς προσκειμένων τοῖς Ἰταλοῖς. Μετὰ γοῦν τὴν τῆς Σηλυβρίας ἅλωσιν οὐδὲν ἦν μέσον αὐτῶν τε καὶ τῶν ἡμετέρων, ἀλλ' εἴ που συντύχοιεν ἀλλήλοις, φιλικῶς εἶχον αὐτοί τε πρὸς ἐκείνους κἀκεῖνοι πρὸς τούτους, καὶ τρόπον μάχης οὐδέτεροι θατέρους ἐσκύ λευον. 159 Ἐδόκει γοῦν τῷ βασιλεῖ δι' Ἑλλησπόντου περαιωθέντα τὴν Σηλυβρίαν ἄρτι ἁλοῦσαν καταλαβεῖν καὶ τὰ περὶ τοῦ πῶς ἂν ἡ πόλις Ῥωμαίοις ἁλῴη, ἐκεῖ καθήμενον, πραγματεύεσθαι. Ἀλλὰ τὸ περὶ τὴν ἐκκλησίαν συμβὰν οὐκ εἴα τοῦτον διαπερᾶν.
ιεʹ. Ὅπως ὁ πατριάρχης Ἀρσένιος τοῦ πατριαρχείου ὑπεξίσταται. Ὁ γὰρ πατριάρχης Ἀρσένιος, εἴτ' ἐπιλογισάμενος τὸ ἐπὶ τῷ βασιλεῖ πραχθέν, ὡς ἐξηπάτηται μὲν αὐτός, ὁ δὲ τῆς βασιλείας ὄρπηξ ἀγέραστος μένει περιφρονούμενος, τῶν πραγμάτων ὅλων ὑπὸ τῷ Παλαιολόγῳ διοικου μένων, εἴτε καὶ ἄλλου νύξαντος, ὡς ἐπινυστάξειε, μέγιστα πράξας καὶ ἄληστα, εἴτε τι καὶ ἄλλο τι τὸ λυποῦν ἦνοὐδὲ γὰρ ἐκεῖνος δῆλον ἦν ποιῶν ἐφ' ᾧ ἐξεχώρει, αἰτίας δ' ἐπλάττετο, ὡς καταφρονοῖτο καὶ ὡς οὐδὲν παρὰ βασιλεῖ ἀνύτοι, λέγων ὑπὲρ τῶν τῇ ἐκκλησίᾳ καθηκόντων, ἅμ' εἰπὼν πρὸς τὸν κλῆρον καὶ ἅμ' ὁρμήσας, τὴν πύλην τῆς πόλεως Νικαίας καταλαμβάνει πεζῇ καί, ὡς εἶχε τὸν περὶ αὐτὸν ὄχλον ἀποτιναξάμενος, ἀμεταστρεπτὶ ἵεται, ὀλίγους ἔχων τοὺς συνεπομένους. Καί τινι πρὸς τῷ τείχει, τῇ τοῦ Ἀγαλμά του, προσκαθίσας μονῇ, νυκτὶ τὴν πορείαν πιστεύει καὶ φέρων ἑαυτὸν τῇ τοῦ Πασχασίου μονῇ δίδωσι, μονῇ πρὸς ἡσυχίαν εὐθέτῳ, ἔνθεν μὲν ἐχούσῃ τὴν θάλασσαν, ἔνθεν δ' ὑπερανῳκισμένῃ τοῦ ποταμοῦ ∆ράκοντος, καὶ ἐφ' ἡσυχίας ἐκεῖσε καθῆστο. Καὶ ὁ μέν, οὕτως τῷ τόπῳ ἐνησυχάζων, οὐδενὸς τῶν καθηκόντων τῇ πατριαρχίᾳ ἥπτετο, πάντ' ἐάσας, ἑαυτῷ δὲ μόνῳ προσλα λῶν καὶ Θεῷ. Οἱ δὲ τοῦ κλήρου καὶ ὅσοι τῶν ἀρχιερέων τῇ Νικαίᾳ ἐπεδήμουν δεινὸν τὸ συμβὰν ἡγοῦντο καὶ προσεπέστελλον ἱκετεύοντες, μή που καὶ βασιλεὺς ἀκούσας ἐν δεινῷ τὸ πραχθὲν ποιήσοι· καὶ ἄλλως δίκαιον εἶναι, εἴ τίς που καὶ λυποίη, αὐτοῦ που τοῦ πατριαρχείου καθῆσθαι καί γε ἐλέγχειν τὸν κατ' ἐπήρειαν ἐνοχλοῦντα, προσαναφέροντα καὶ τῷ βασιλεῖ· εἰ δ' αὐτὸς καὶ μόνος εἴη ὁ ἐνοχλῶν, αὐτὸν νουθετεῖν, ἐλέγχειν, παρακαλεῖν, συλλαμ βανόντων