1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

79

ΚΕΦΑΛ. ΙΑʹ. αʹ. "Καὶ ἐγένετο, φησὶν, ἐν ἔτει πρώτῳ Κύ ρου, ἔστην εἰς κράτος καὶ ἰσχύν." Εὐθὺς, φησὶ, τοῦ Κύρου βασιλεύσαντος, καὶ τοῦ ὅρου τῆς αἰχμ αλωσίας συμπληρωθέντος, ἀνέστην ἕως οὗ τὴν ἄφεσιν τῷ λαῷ καὶ τὴν ἐλευθερίαν ἐπραγματευσάμην. βʹ. "Καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν." Λέγω δέ σοι μετὰ ἀληθείας τὰ ἐσόμενα. "Ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι." Μετὰ Κῦ ρον ἐβασίλευσε Καμβύσης· τοῦτον οἱ Μάγοι διαδεξά μενοι, δέκα μῆνας ἐβασίλευσαν· μετ' ἐκείνους ∆α ρεῖος ὁ Ὑστάσπου. "Καὶ ὁ τέταρτος, φησὶ, πλου τήσει πλοῦτον μέγαν παρὰ πάντας." Τὸν Ξέρξην λέγει, τὸν τοῦ ∆αρείου υἱόν. "Καὶ μετὰ τὸ κρατῆ σαι αὐτὸν τοῦ πλούτου, ἐπαναστήσεται πάσαις ταῖς βασιλείαις τῶν Ἑλλήνων." Τούτου καὶ οἱ ἔξω τοῦ καθ' ἡμᾶς λόγου ἱστοριογράφοι τε καὶ συγ γραφεῖς, σοφισταί τε καὶ ῥήτορες μέμνηνται, καὶ διηγοῦνται αὐτοῦ τήν τε ὑπερήφανον στρατείαν, καὶ τὴν καταγέλαστον ἀναχώρησιν. Εἶτα μέχρις αὐτοῦ τὰ Περσικὰ ἐν κεφαλαίῳ διδάξας, καὶ τοὺς μετὰ τοῦτον βασιλεύσαντας, ὡς ἀσθενεστέρους γεγενημέ νους, καταλιπὼν, ἐπὶ τὸν Μακεδόνα τὸν λόγον μετ ήνεγκε, καί φησι· γʹ, δʹ. "Καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει κατὰ τὸ θέλημα αὑτοῦ. Καὶ ἐὰν στῇ ἡ βασιλεία αὐτοῦ συντριβήσεται, καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ." Τοῦ γὰρ Ἀλεξάνδρου, ὡς καὶ ἤδη προειρήκαμεν, τὴν ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς οἰκουμένης ἀναδησαμένου βασιλείαν, εἶτα τὸ 81.1504 κοινὸν τῶν ἀνθρώπων δεξαμένου τέλος, τετραχῆ ἡ βασιλεία διῃρέθη, ὡς καὶ ἤδη πολλάκις εἰρήκαμεν, καὶ ἐνταῦθα δὲ πάλιν ὁ θεῖος ἀρχάγγελος οὕτως ἔφη· "Καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ, ἢν ἐκυρίευσεν." Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ Ἀλέξανδρος δώδεκα ἔτη τὰ πάντα βασιλεύσας, ἐν τοῖς ἓξ τοῖς τελευταίοις ἔτεσι, καὶ τὴν Περσῶν, καὶ τὴν τῶν Αἰγυπτίων κατέλυσε βασι λείαν, καὶ τὰ ἐν μέσῳ δὲ ἔθνη ἅπαντα ὑφ' ἑαυτὸν ἐποιήσατο. Λέγει τοίνυν, ὅτι οἱ μετ' αὐτὸν βασιλεύ σοντες οὐδὲν ἐοικότες ὀφθήσονται τῷ Ἀλεξάνδρῳ, οὔτε κατὰ τὴν ῥώμην, οὔτε κατὰ τὴν ἐξουσίαν, ἣν ἐν τοῖς ἔτεσι τοῖς τελευταίοις ἐκτήσατο. Τοῦτο γὰρ λέγει· "Εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ κατὰ τὴν κυ ρείαν αὐτοῦ, ἣν ἐκυρίευσεν. Ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ, καὶ δοθήσεται ἑτέροις ἐκτὸς τού των." Οὐ μόνον γὰρ, φησὶν, εἰς τούτους τέσσαρας διαιρεθήσεται, ἀλλὰ καὶ ἑτέροις χωρὶς τούτων δοθή σεται. Ἐπὶ γὰρ τούτων καὶ Ἀρσάκης ὁ Πέρσης πολέμῳ κρατήσας ἀνεδήσατο τὴν βασιλείαν, καὶ μέρος τι τῆς Περσικῆς ἀρχῆς ἀνεκτήσατο· ἐξ οὗ μέχρι τοῦ παρόντος οἱ Περσῶν βασιλεῖς Ἀρσακίδαι προσαγορεύονται, τῶν προτέρων οὐκ Ἀρσακιδῶν, ἀλλὰ Ἀχαιμενιδῶν ὀνομαζομένων. Καὶ Ῥωμαῖοι δὲ, τῆς Μακεδονικῆς διαιρεθείσης βασιλείας, μεί ζονα ἔσχον τὴν ἰσχὺν, ἀμέλει καὶ παρ' αὐτῶν τούτων τῶν βασιλέων δασμὸν ἐκομίζοντο. Οὕτω τὴν διαίρεσιν προμηνύσας, τῶν μὲν δύο βασιλέων καταλιμπάνει τὴν μνήμην· οὔτε γὰρ ὁ τῆς Ἀσίας, οὔτε ὁ τῆς Μακεδονίας, ἐπὶ πολὺν διήρκεσαν χρόνον· ἄλλως τε δὲ οὔτε συνέβη τι λυπηρῶν διὰ τούτων Ἰουδαίοις. Μόνον οὖν τῶν δύο μέμνηται, δι' ὧν τῶν χαλεπῶν συμφορῶν ἐπειράθησαν Ἰουδαῖοι. Οὗτοι δέ εἰσιν, ὅ τε τῆς Αἰγύπτου βασιλεὺς, καὶ ὁ τῶν πρὸς ἕω κει μένων ἐθνῶν τὴν ἀρχὴν πεπιστευμένος· εἶχον δὲ τὰ βασίλεια ἔν τε Ἀντιοχείᾳ καὶ Βαβυλῶνι. Προσήκει δὲ πρότερον ἡμᾶς τῶν ῥηθησομένων εἰπεῖν τὴν ὑπόθεσιν, εἶθ' οὕτως τῆς κατὰ μέρος ἑρμηνείας ἅψα σθαι. Ὁ τράγος, ὃν ὁ μακάριος εἶδε ∆ανιὴλ, μετὰ τὴν συντριβὴν τοῦ ἑνὸς κέρατος, "τέσσαρα ἐβλάστησε κέρατα" τούτους αὐτοὺς τοὺς βασιλέας· "ἐκ τοῦ ἑνὸς αὐτῶν ἕτερον ἔφυ κέρας," ὃ τήν τε Αἴγυπτον σφόδρα κατεπολέμησε, καὶ μυρίαις συμφοραῖς τὸ Ἰουδαίων περιέβαλεν ἔθνος· σημαίνεται δὲ διὰ τού του τοῦ κέρατος Ἀντίοχος ὁ Ἐπιφανής. Καὶ τὸ τέταρτον δὲ θηρίον ὁ μακάριος εἶδε ∆ανιὴλ, δέκα κέρατα ἐσχηκέναι, καὶ μεταξὺ τῶν κεράτων μικρὸν κέρας ἀνέβαινεν, ὀφθαλμοὺς ἔχον, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. Πάλιν δὲ διὰ τούτων