79
διὰ τούτου σημαίνων, ὡς καὶ αὐτὸς παρὰ γνώμην ἀνέχεται τῶν ἐπιφερομένων τῷ λαῷ συμφορῶν, πολ λὴν μὲν ἔχων τὴν ἀγαθότητα, καὶ διὰ ταύτην ἐπὶ φιλανθρωπίαν ῥέπων, κολάζειν δὲ διὰ τὴν τῆς παρα νομίας ὑπερβολὴν βιαζόμενος. ιθʹ-κδʹ. Καὶ εἶπε, φησὶ, πρός με ὁ λαός μου· Οὐκ ἀπαγγέλλεις ἡμῖν, τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς; Καὶ εἶπον πρὸς αὐτούς· Λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων· Εἰπὲ πρὸς τὸν οἶκον Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼβεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπι θυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδον ται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυ γατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα, ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε. Καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε, οὔτε μὴ κλαύσητε· καὶ ἐντακήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ οὐ παρακαλέσετε ἕκαστος τὸν ἀδελ φὸν αὑτοῦ. Καὶ ἔσται ὑμῖν Ἰεζεκιὴλ εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησε, ποίησετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. ∆ιὰ τῶν πραγμάτων ὑμῖν, φησὶ, τὴν προφητείαν ὑπέδειξα, καὶ ἐν ἐμαυτῷ τὰ ἐσόμενα ὑμῖν ἐσκιαγρά φησα. Ὥσπερ γὰρ ἐγὼ, τῆς ὁμόζυγος δεξαμένης τοῦ βίου τὸ τέλος, οὐδὲν ἐποίησα τῶν εἰωθότων ἐπὶ νε κροῖς ἐπιτελεῖσθαι, οὐ θρῆνον, οὐ δάκρυον, οὐ πένθι μον σχῆμα· οὕτω καὶ ὑμεῖς, τῶν υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων σφαττομένων, καὶ τοῦ ἁγίου νεὼ βεβη λουμένου τῇ τῶν ἀνοσίων βαρβάρων εἰσόδῳ, ἐφ' ᾧ 81.1060 μέχρι τοῦ παρόντος ἐκομπάζετε καὶ μεγαλαυχούμε νοι διετελεῖτε, καὶ πρὸς τούτοις μυρίοις ἑτέροις περι πειρόμενοι κακοῖς, οὐδὲ θρήνων ἄδειαν ἕξετε, οὐδὲ ποιῆσαι τὰ συνήθη συγχωρηθήσεσθε, οὐ κεφαλὴν ἀποκεῖραι, οὐχ ὑποδημάτων γυμνῶσαι τοὺς πόδας, οὐ ταῖς λιβάσι τῶν δακρύων τὸ βαρὺ τῆς λύπης ἀποφορτίσασθαι, οὐ παραμυθητικῆς ἀπολαῦσαι τρα πέζης, οὐκ ἄλλο τι τῶν συνήθων ἐπιτελέσαι. Καὶ ἀναμνησθήσεσθε τῶν ὑπὸ τοῦ προφήτου γεγενημένων, καὶ μαθήσεσθε διὰ τοῦ τέλους τῶν πραγμάτων, ὅτι καθάπερ τι τέρας ὑμῖν καὶ σημεῖον ὁ προφήτης ἐγέ νετο, διὰ τῶν πραγμάτων ὑμῖν προσενεγκὼν τῶν ἐσομένων πρόῤῥησιν. κεʹ-κζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω παρ' αὐτῶν τὴν ἰσχὺν αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν τῆς ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν, καὶ θυγατέρας αὐτῶν; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζό μενον, καὶ λαλήσεις, καὶ οὐ μὴ κωφωθῇς οὐκ ἔτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Μὴ μόνον ἐπὶ τοῦ παρόντος ταῦτα αὐτοὺς διδάξεις· ἀλλὰ καὶ ὅταν τέλος ἡ πρόῤῥησις λάβῃ, καὶ τά γε ἅγια τοῖς ἀνοσίοις βαρβάροις παρα δοθῇ, οἵ τε υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες παραδοθῶσι σφαγῇ, καὶ ἀφίκηταί τις ἐκεῖθεν τὰ γεγενημένα δι δάσκων, ἀναμνήσων αὐτοὺς τῆς προῤῥήσεως, καὶ μὴ ἀνάσχῃ σιγῆσαι, ἵνα μάθωσιν ὡς ἐμοῦ βουληθέντος καὶ συγχωρήσαντος ταῦτα γεγένηται, καὶ δίκας τίσουσι τῶν ἀσεβημάτων· καὶ οὐ διὰ τὴν τῶν πολε μίων ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐμὴν δικαίαν ὀργὴν πεπόν θασιν. Ἐντεῦθεν λοιπὸν ἐπὶ τοὺς ἐκ γειτόνων οἰκοῦν τας τοῦ Ἰσραὴλ, καὶ ἐφηδομένους αὐτοῖς, τρέπει τὴν προφητείαν, καὶ πρώτους εἰς μέσον ἄγει τοὺς υἱοὺς Ἀμμών.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. αʹ-εʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ
πρόσωπόν σου ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπ' αὐτούς. Καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· Ἀκούσατε λόγονἈδωναῒ Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβη λώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθη ἐν αἰχ μαλωσίᾳ· διὰ τοῦτο ἰδοὺ