τὸν περὶ τῆς θεωρίας τῶν ὀνομάτων ἐξετάσαι λόγον, ἀφέμενον τῶν προκειμένων. 6.42.217 Ἴδωμεν τοίνυν τὰ τῆς εὐαγγελικῆς λέξεως. Ἰορδάνης μὲν ἑρμηνεύεται «κατάβασις αὐτῶν». Τούτῳ δέ, ἵν' οὕτως εἴπω, γειτνιᾷ τὸ ὄνομα τοῦ Ἰαρέδ, ὃ καὶ αὐτὸ ἑρμηνεύεται «καταβαίνων», ἐπειδήπερ γεγένηται τῷ Μαλελεήλ, ὡς ἐν τῷ Ἑνὼχ γέγραπται, εἴ τῳ φίλον παραδέχεσθαι ὡς ἅγιον τὸ βιβλίον, ταῖς ἡμέραις τῆς τῶν υἱῶν τοῦ θεοῦ καταβάσεως ἐπὶ τὰς θυγατέρας τῶν ἀνθρώπων· ἥντινα κατάβασιν αἰνίσσεσθαί τινες ὑπειλήφασιν τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώματα, «θυγατέρας ἀνθρώπων» τροπικώ τερον τὸ γήϊνον σκῆνος λέγεσθαι ὑπειληφότες. 6.42.218 Εἰ δὲ τοῦθ' οὕτως ἔχει, τίς ἂν εἴη ποταμὸς «κατάβασις αὐτῶν», ἐφ' ὃν ἐρχόμενον καθαίρεσθαι δεῖ οὐκ ἰδίαν κατάβασιν κατα βεβηκότα, ἀλλὰ τὴν τῶν ἀνθρώπων, ἢ ὁ σωτὴρ ἡμῶν διορίζων τοὺς ὑπὸ Μωσέως κληροδοτουμένους ἀπὸ τῶν διὰ Ἰησοῦ τὰς οἰκείους ἀπολαμβανόντων μερίδας; 6.42.219 Τούτου δὴ τοῦ καταβεβηκότος ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν, ὡς ἐν ψαλμοῖς εὕρομεν, τὴν πόλιν τοῦ θεοῦ, <οὐ> τὴν αἰσθητὴν Ἱερουσαλήμ-οὐ γὰρ ἔχει παρακείμενον ποταμόν-, ἀλλὰ τὴν ἄμωμον τοῦ θεοῦ ἐκκλησίαν, οἰκοδο μουμένην «ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφη τῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ» τοῦ κυρίου ἡμῶν. 6.42.220 Ἰορδάνην μέντοι γε νοητέον <τὸν> τοῦ θεοῦ λόγον τὸν γενόμενον σάρκα καὶ σκηνώσαντα ἐν ἡμῖν, Ἰησοῦν δὲ τὸν κληροδοτήσαντα ὃ ἀνείληφεν ἀνθρώπινον, ὅπερ ἐστὶν καὶ ἀκρογωνιαῖος λίθος, ὃς καὶ αὐτὸς ἐν τῇ θεότητι τοῦ υἱοῦ τοῦ θεοῦ γενόμενος τῷ ἀνειλῆφθαι ὑπ' αὐτοῦ λούεται, καὶ τότε χωρεῖ τὴν ἀκέραιον καὶ ἄδολον περιστερὰν τοῦ πνεύματος, συνδεδεμένην αὐτῷ καὶ μηκέτι ἀποπτῆναι δυναμένην· «Ἐφ' ὅν, γάρ φησιν, ἐὰν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ», διὰ τοῦτο λαβὼν τὸ πνεῦμα μένον ἐπ' αὐτόν, ἵν' ἐν αὐτῷ μείναντι βαπτί ζειν τοὺς ἐρχομένους αὐτῷ δυνηθῇ. 6.42.221 Πέραν δὲ τοῦ Ἰορδάνου, κατὰ τὰ ἔξω τῆς Ἰουδαίας νεύοντα κλίματα ἐν τῇ Βηθαβαρᾷ, βαπτίζει ὁ Ἰωάννης, πρόδρομος ὢν τοῦ ἐληλυθότος καλέσαι οὐ «δικαίους ἀλλὰ ἁμαρτωλούς», διδάσκοντος μὴ χρείαν ἔχειν τοὺς ἰσχύοντας ἰατρῶν ἀλλὰ τοὺς κακῶς ἔχοντας· καὶ γὰρ «εἰς ἄφεσιν ἁμαρ τιῶν» τὸ λουτρὸν δίδοται. 6.43.222 Εἰκὸς δέ τινα τὰς διαφόρους ἐπινοίας τοῦ σωτῆρος μὴ νενοηκότα προσκόψειν τῇ ἀποδοθείσῃ περὶ τοῦ Ἰορδάνου ἑρμηνείᾳ, διὰ τὸ λέγειν τὸν Ἰωάννην· «Ἐγὼβαπτίζω ἐν ὕδατι, ὁ δὲ ἐρχόμενος μετ' ἐμὲ ἰσχυρότερός μού ἐστιν, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ.» 6.43.223 Πρὸς ὃν λεκτέον ὅτι ὥσπερ ποτὸν τυγχάνων ὁ τοῦ θεοῦ λόγος οἷς μέν ἐστιν ὕδωρ, ἑτέροις δὲ οἶνος εὐφραίνων καρδίαν ἀνθρώ που, ἄλλοις δὲ αἷμα διὰ τὸ «Ἐὰν μὴ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»· ἀλλὰ καὶ τροφὴ λεγόμενος οὐ κατὰ τὸ αὐτὸ νοεῖται ἄρτος ζῶν καὶ σάρξ· οὕτως ὁ αὐτός ἐστιν βάπτισμα ὕδατος καὶ πνεύματος καὶ πυρός, τισὶν δὲ καὶ αἵματος. 6.43.224 Περὶ δὲ τοῦ τελευταίου βαπτίσματος, ὥς τινές <φασιν>, φησὶν ἐν τῷ «Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.» Τούτῳ τε συμφώνως ἐν τῇ ἐπιστολῇ <ὁ> μαθητὴς Ἰωάννης τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα ἀνέγραψεν τὰ τρία εἰς ἓν γινόμενα. Καὶ ὁδὸς δέ που καὶ θύρα εἶναι ὁμολογῶν, σαφής ἐστιν μηδέπω τυγχάνων θύρα ᾧ ἔτι ὁδός ἐστιν, καὶ μηκέτι ὁδὸς ᾧ ἤδη θύρα. 6.43.225 Πάντες οὖν οἱ στοιχειούμενοι τῇ ἀρχῇ τῶν λογίων τοῦ θεοῦ, τῇ φωνῇ τοῦ ἐν τῇ ἐρήμῳ βοῶντος· «Εὐθύνατε τὴν ὁδὸν κυρίου» προσιόντες, πέραν τοῦ Ἰορδάνου τυγχα νούσῃ παρὰ τῷ «οἴκῳ τῆς κατασκευῆς», εὐτρεπιζέσθωσαν πρὸς τὸ δυνηθῆναι διὰ τῆς προετοιμασίας χωρῆσαι τὸν πνευματικὸν λόγον ἐγγινόμενον διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος. 6.43.226 Ἐχομένως δὴ τοῦ προκειμένου τὰ περὶ τοῦ Ἰορδάνου συνάγοντες ἀκριβέστερον τὸν ποταμὸν νοήσομεν. Ὁ θεὸς τοίνυν διὰ Μωσέως διαβιβάζει τὸν λαὸν τὴν ἐρυθρὰν θάλασ σαν, αὐτὸ τὸ ὕδωρ αὐτοῖς ποιήσας τεῖχος ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, διὰ δὲ τοῦ Ἰησοῦ τὸν Ἰορδάνην. 6.44.227