ἡ σκηνὴ τὸν νοῦν διὰ τῆς ἀληθοῦς γνώσεως φυλάττει ἀπὸ λόγων ἐναντίων καὶ δογμάτων ψευδῶν. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς, κ. τ. ἑ. Ψυχὴ ἀπαθὴς πόλις ἐστὶ τετειχισμένη· ὅπερ τεῖχος καθελόν τες οἱ ἐχθροὶ μετὰ Βηρσαβεὲ εἰσῆλθον πρὸς ∆αυΐδ· διὸ καὶ δεῖται ἐν τῷ νʹ ψαλμῷ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλήμ. Ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, κ. τ. ἑ. Ἀληθείας ἀντὶ τοῦ ἀληθινοῦ. Ἀληθινὸν γὰρ στόμα, τουτέστι νοῦν, ἐμπλήσει γέλωτος, ἀντὶ τοῦ, γνώσεως. «Καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφα νίαν.» Μακροθυμεῖ μὲν ὁ Κύριος ἐπὶ τοῖς ὑπερηφά νοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσι. ΨΑΛΜΟΣ ΛΑʹ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ἀπεκα λύφθησαν αἱ ἁμαρτίαι, κ. τ. ἑ. Ἀφίενται μὲν αἱ ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος, καλύπτονται δὲ αἱ ἁμαρτίαι διὰ τῆς πικρᾶς ἁμαρτίας μετανοίας. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. Ἐπα λαιώθη τὰ ὀστᾶ μου, διότι ἐσίγησα. Ἀπὸ τοῦ κρά ζειν διηνεκῶς πρὸς τὸν Θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυ χῆς δυνάμεις, ἀλλ' ἀεὶ ἀνανεοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ. Σιωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβά νουσαι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυ μίας τῆς ἀπάτης. Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν 12.1304 μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, κ. τ. ἑ. «∆ίκαιος αὑτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστι σύνεσις, κ. τ. ἑ. Τὴν ἄλογον κίνησιν τῆς ψυ χῆς λέγει ἵππον καὶ ἡμίονον. Σύνεσις δέ ἐστι λο γικὴ διάγνωσις. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κ. τ. ἑ. Αἱ πολλαὶ θλίψεις τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν. Καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Εἰ οἱ καυχώμενοι εὐθεῖς εἰσι τῇ καρδίᾳ, οὐ πάντων ἐστὶ τὸ ἐν Κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εὐθεῖς τῇ καρδίᾳ. Τοῦ αὐτοῦ. Εὐλόγως καυχήσεται ὁ εὐθὺς τῇ καρδίᾳ. Εὔλογον δὲ καὶ τὸ καυχᾶσθαι ἐν ταῖς θλίψεσι. Μήποτε εὐθύς ἐστι τῇ καρδίᾳ ὁ καυχώμενος ἐν θλίψεσι. ΨΑΛΜΟΣ ΛΒʹ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ, κ. τ. ἑ. Εἰ Κύριος ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ ἀγαλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλ τηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, κ. τ. ἑ. Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευμα τικῆς κινούμενος γνώσεως. Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοού μενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλ τήριον δὲ τὸ πνεῦμα· ἅτινα μουσικῶς ἥρμοσται τῷ σοφῷ εἰς δέον χρωμένῳ ὡς χορδαῖς τοῖς μέλεσι τοῦ σώματος, καὶ ταῖς δυνάμεσι τοῦ πνεύματος. Καλῶς δὲ ψάλλει ὁ ψάλλων νοῒ, ψαλμοὺς λέγων πνευματι κοὺς, καὶ ἐν καρδίᾳ ᾄδων τῷ Θεῷ. Ἢ «δεκαχόρδῳ» ἀντὶ τοῦ «δεκανεύρῳ·» χορδὴ γὰρ ἡ νευρά. ∆εκάχορ δον δὲ τὸ ψαλτήριον λέγεται οὖν καὶ τὸ σῶμα, ὡς πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι' ἑκάστης αἰσθήσεως ἑκάστης ἐνεργείας γινομένης. Ἄσατε αὐτῷ ᾆσμα καινὸν, κ. τ. ἑ. Ὁ κατὰ τὸν ἔσω ἀνακαινούμενος ἄνθρωπον, ᾄσειεν ἂν τὸ καινὸν ᾆσμα, ἅτε τὸν παλαιὸν ἐκδυσάμενος ἄνθρω πον, καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος. Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, κ. τ. ἑ. Ἀντὶ τοῦ, ἐλεήμονα καὶ διακριτικόν. Τοῦ αὐτοῦ. Ἀγαπᾷ «ἐλεημοσύνην,» καθ' ἣν ἐλεεῖ, καὶ τὴν τῶν ἐλεούντων· ὁμοίως δὲ καὶ «κρί 12.1305 σιν,» καθ' ἣν κρίνει· ὅτι τὰ κρίματα τοῦ Θεοῦ ἐστιν ἀληθινὰ, καὶ ἄβυσσος πολλὴ, καὶ ἀνεξεύρητα. Ἀγαπᾷ δὲ κρίσιν καὶ τὴν τῶν δικαίων, ὧν οἱ λο γισμοὶ κρίματά εἰσι, περὶ ὧν λέγεται· «Κρίμα δίκαιον κρίνατε.» Ὅτε δὲ «τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους,» βλέπομεν πῶς τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους, κ. τ. ἑ. Οἱ λό γοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ Θεοῦ. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, κ. τ. ἑ. Τοῦτο ἐν τῇ παρουσίᾳ τοῦ Θεοῦ πεπλήρωται,