ὅτε πᾶσα ἡ γῆ Χριστοῦ Ἐκκλησίαις πεπλήρωτο. Τάχα λέγοιτ' ἄν· Οἱ μὲν ἄνθρω ποι, ἀγαπήσατε, ἡ δὲ γῆ φοβηθήτω. Οἱ δὲ τὴν οἰκου μένην Ἐκκλησίας τοῦ Θεοῦ κατοικοῦντες, οὐκ ἀναι σθητοῦντες τοῦ Κυρίου, ἀπ' αὐτοῦ σαλεύονται, πλη ροῦντες τὴν προκειμένην ἐντολήν. Ἢ οἱ ἀπὸ λόγου τοῦ Θεοῦ κινούμενοι ἀπ' αὐτοῦ σαλεύονται, ζῶντος ἐν αὐτοῖς τοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Σάλος ἐστὶν ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μετάθεσις. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετεί λατο, καὶ ἐκτίσθησαν, κ. τ. ἑ. Ἡ μὲν γένεσις τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ· ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον μεταβολήν· «Εἴ τις» γὰρ «ἐν Χριστῷ καινὴ κτίσις,» ἀνακαινίζεται. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων, κ. τ. ἑ. Αἱ βουλαὶ τῶν ἐθνῶν, καὶ οἱ λογισμοὶ τῶν λαῶν, καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ Κυρίου, ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ, τοῦ «πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπί γνωσιν ἀληθείας ἐλθεῖν.» Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν, κ. τ. ἑ. Ὁ μόνος πλάσας μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ Θεὸς μόνος καρδιογνώστης. Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ, κ. τ. ἑ. Πρότερον δεῖ τινα ῥύσασθαι ἀπὸ θανάτου, εἶθ' οὕτως διατραφῆ ναι. Καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ Κύριος, διὰ δὲ γνώσεως τρέφει. Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, κ. τ. ἑ. Ἡ τοῦ δικαίου καρδία οὐκ εὐφραίνεται ἐν βρώ μασιν ἢ ἐν πόμασιν, ἀλλ' ἐν δικαιοσύνῃ, καὶ γνώσει, καὶ σοφίᾳ. 12.1308 ΨΑΛΜΟΣ ΛΓʹ. Τῷ ∆αυῒδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐ τοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν, κ. τ. ἑ. Ὁ τὸ φεῦγον πρόσωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλ' ὡς ἀποσταλὲν, οὗτος ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ. Πρόσωπον δὲ νῦν τὸ τῆς ψυχῆς λέγει κατάστημα· ἀλλοία γάρ ἐστι φεύ γουσα, καὶ ἀλλοία ἀποσταλεῖσα. Πρόσωπον δὲ πολλά κις ἡ Γραφὴ καὶ τὸν λόγον λέγει τοῦ ἀνθρώπου, κα θὼς ὁ ἄγγελός φησι πρὸς τὸν Λώτ· «Ἰδοὺ ἐθαύ μασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ οὐ μὴ καταστρέψω τὴν πόλιν περὶ ἧς ἐλάλησας.» Εὐλογήσω τὸν Κύριον, κ. τ. ἑ. Ὁ ἐν παντὶ και ρῷ ζῶν καὶ ὑπάρχων ἀμετάπτωτος Χριστὸς ταῦτά φησι. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, κ. τ. ἑ. Οὐκ ἐν ἄλλῳ τινὶ ἐπαινεθήσομαι, ἀλλ' ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, κ. τ. ἑ. «Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει·» ὁ δὲ κα κῶς ζητῶν οὐχ εὑρίσκει. Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, κ. τ. ἑ. ∆ιὰ μὲν πολιτείας ὀρθῆς προσερχόμεθα, διὰ δὲ γνώσεως φωτιζόμεθα. «Φωτίσατε γὰρ, φησὶν, ἑαυτοῖς φῶς γνώσεως.» Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτοῦ, κ. τ. ἑ. Οὐ πάντων ἐπακούει τῶν κραζόντων ὁ Κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου μένων αὐτὸν, κ. τ. ἑ. Ὁ ἄγγελος τοῦ Κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει εἷς ὤν. Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος, κ. τ. ἑ. Εἰ γευστός ἐστιν ὁ Κύριος, διὰ τῆς πί στεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώ σεώς ἐστι χρηστός. Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐ τὸν, κ. τ. ἑ. Εἰ οὐκ ἔστιν ὑστέρημα τοῖς φο βουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν «ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κό σμος;» Ἀλλ' εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πό μασιν, οὐ μὴν καὶ ἐν γνώσει. ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου δι δάξω ὑμᾶς, κ. τ. ἑ. Παρὰ τοῦ ἁγίου ∆αυῒδ δι δασκόμεθα τίνα δεῖ ποιεῖν τε καὶ λέγειν τὸν φοβού μενον τὸν Θεόν. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, κ. τ. ἑ. Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ φόβος διδάσκει, τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη. ∆ιὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου. 12.1309 Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρ δίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει, κ. τ. ἑ. Εἰ «θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, τοῖς δὲ συντετριμμένοις τὴν καρδίαν ἐγγίζει ὁ Κύ ριος,» ταύτῃ ἄρα τῇ θυσίᾳ καὶ οὐκ ἄλλῃ ἐγγίζει ὁ Κύριος. Φυλάσσει