1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

81

καὶ διὰ τῶν κατὰ καιρὸν γινομένων θαυμάτων τὴν θείαν ὑποδεικνύουσαν δύναμιν. Καὶ τοῦτο δὲ ἡμᾶς ἡ τρίτη τῶν Μακκαβαίων ἐδίδαξε βί βλος. Νενικηκὼς γὰρ παρ' ἐλπίδα πᾶσαν Ἀντίοχον τὸν Μέγαν ὁ Πτολεμαῖος, ἀφίκετο μὲν εἰς τὰ Ἱε ροσόλυμα, προσενήνοχε δὲ τῷ Θεῷ θυσίας πολυτε λεῖς· πειραθεὶς δὲ τῶν ἀδύτων ἐπιβῆναι τοῦ ναοῦ, καὶ τοῖς ἱερεῦσι μεθ' ἱκετείας ἀπείργουσιν, εἶξαι μὴ βουληθεὶς, μαστιγοῦται μὲν μάστιξιν ἀορά τοις· ἀπειλήσας δὲ τοῖς Ἰουδαίοις καταλαμβάνει τὴν Ἀλεξάνδρειαν, καὶ ποιεῖν ἐκεῖνα ἐπιχειρεῖ, ἃ ἡ ἱστο ρία διδάσκει. Τοῦτο καὶ ἡ προφητεία προλέγει. "Ἥξει, φησὶ, πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ Βοῤῥᾶ, καὶ ποιήσει ἐν αὐτοῖς, καὶ κατισχύσει." Ὑποστηρί γματα δὲ καλεῖ τὰς τὸν φόρον αὐτῷ παρεχούσας πό λεις· οἷον γάρ πως στηρίζει καὶ ὑπερείδει τὴν βασι λείαν τὰ προσφερόμενα τέλη, δι' ὧν ἡ στρατιωτικὴ τρέφεται δύναμις. ηʹ. "Καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετ' αἰχμαλωσίας εἰσοίσει εἰς Αἴγυπτον, καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ Βοῤῥᾶ." Ἐν γὰρ τῇ πρώτῃ καὶ δευτέρᾳ συμπλοκῇ οἱ Πτολεμαῖοι νενικήκασιν, ὡς αἱ ἱστορίαι διδάσκουσιν. Λέγει δὲ καὶ Ἰώσηππος οὕτως· "Τοὺς γὰρ Ἰουδαίους ἐπ' Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας, ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι, τῆς γῆς αὐ τῶν κακουχουμένης, καὶ τοὺς τὴν Κοίλην Συρίαν νεμομένους. Πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν Φιλο πάτορα Πτολεμαῖον, καὶ πρὸς τὸν υἱὸν αὐτοῦ Πτο 81.1509 λεμαῖον, ἐπικληθέντα δὲ Ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς, καὶ νικῶντος αὐτοῦ καὶ πταίον τος τὰ αὐτὰ πάσχειν." Καὶ μετὰ βραχέα· "Νική σας μέντοι, φησὶ, τὸν Πτολεμαῖον ὁ Ἀντίοχος, τὴν Ἰουδαίαν προσάγεται. Τελευτήσαντος δὲ τοῦ Φιλοπάτορος ὁ παῖς αὐτοῦ μεγάλην ἐξέπεμψε δύνα μιν, καὶ στρατηγὸν τὸν Σκοπᾶν ἐπὶ τοὺς ἐν τῇ Κοίλῃ Συρίᾳ· ὃς πολλάς τε αὐτῶν πόλεις ἔλαβε, καὶ τὸ ἡμέτερον ἔθνος· πολεμούμενον γὰρ αὐτῷ προσ έθετο. Μετ' οὐ πολὺ δὲ τὸν Σκοπᾶν ὁ Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου, καὶ πολλὴν αὐτοῦ τὴν στρατείαν διέφθειρεν· ὕστε ρον δὲ, Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις, ἃς ὁ Σκοπᾶς κατεσχήκει, καὶ τὴν Σα μάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο Ἰουδαῖοι, καὶ τῇ πόλει δεξάμενοι, πᾶσαν αὐτοῦ τῇ τε στρα τείᾳ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον, καὶ τοὺς ὑπὸ τοῦ Σκοπᾶ καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν." Καὶ ἵνα μὴ καὶ τὰ ἄλλα λέγων πέρα τοῦ μέτρου μηκύνω τὸ σύγγραμμα, εἰς ἐκεῖνα τὸν βουλόμενον παραπέμπω. θʹ, ιʹ. "Καὶ εἰσελεύσεται, φησὶν, εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ Νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ. Καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυ νάμεων πολλῶν." Υἱοὺς δὲ αὐτοῦ καλεῖ τὴν στρα τείαν πεπιστευμένους, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους, καὶ υἱοὺς τῶν προφητῶν τοὺς προ φήτας· ἰδίωμα γάρ ἐστι τῆς Ἑβραίων διαλέκτου. "Καὶ εἰσελεύσεται ἐρχόμενος, καὶ κατακλύζων." Ἀντὶ τοῦ, ῥύμῃ φερόμενος, καὶ κατακλυσμοῦ δίκην ἅπαντα διαφθείρων. "Καὶ παρελεύσεται, καὶ καθιεῖ ται, καὶ συμπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ." Ἀντὶ τοῦ, παντὶ σθένει χρώμενος ὁρμήσει μὲν κατὰ τῆς Αἰγύπτου, σπουδῇ δὲ στρατοπεδεύσει, καὶ ἐν ἐκείνῃ τῇ χώρᾳ μεταθήσει τὸν πόλεμον. Τούτοις ἐπάγει· ιαʹ, ιβʹ. "Καὶ ἀγριανθήσεται ὁ βασιλεὺς τοῦ Νότου, καὶ ἐξελεύσεται, καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ Βοῤῥᾶ, καὶ στήσει ὄχλον πολὺν, καὶ παραδοθήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ. Καὶ λήψεται ὄχλον πολὺν, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐκ ἰσχύσει." Τοῦ γὰρ βασιλέως τοῦ Νότου ἀντιπαραταττομένου μετὰ πλή θους πολλοῦ, περιγενήσεται, φησὶν, ὁ Ἀντίοχος, καὶ λήψεται τὸν ὄχλον ὑποχείριον, καὶ ὡς νενικηκὼς ὑπερηφανίᾳ χρήσεται, καὶ πολλὰς κατακοντίσει μυριάδας. Ἀλλ' ὅμως οὐ περιγενήσεται τῆς Αἰγύ πτου, οὐδὲ κρατήσει τῆς τοῦ Πτολεμαίου βασιλείας· οὗ χάριν δυσχεραίνων πάλιν, φησίν· ιγʹ. "Ἐπιστρέψει βασιλεὺς τοῦ Βοῤῥᾶ, καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν