1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

81

ἐπιγνώσονται, ὅτι ἐγὼ Κύριος." Οὕτω τὰ συμβησόμενα τῷ Μωὰβ προαγορεύσας, ἐπὶ τὸν Σηεὶρ, τὸν καὶ Ἐδὼμ, μεταφέρει τὸν λόγον ιβʹ-ιδʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν ἐν μήνιδι ἐν τῷ οἴκῳ Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην ἀπ' αὐ τῶν· διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν, καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν καὶ ∆αιδὰν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ δώσω τὴν ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου, καὶ ἐπιγνώσον ται τὴν ἐκδίκησίν μου, λέγει Ἀδωναῒ Κύριος. Ἐπειδὴ γὰρ οὐ μόνον παραπλησίως Μωαβίταις καὶ Ἀμμανίταις ἐφήσθησαν, ἀλλὰ καὶ ἔργοις τὴν οἰ κείαν ἐπεδείξαντο πονηρίαν, τὴν προτέραν ἐκείνην μῆνιν φυλάξαντες· "Ἐνεκότει γὰρ, φησὶν, Ἠσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ·" τούτου χάριν οὐχ ἑτέροις αὐτοὺς πολεμίοις παραδώσω, ἀλλ' αὐτῷ τῷ ὑπ' αὐτῶν ἠδικη μένῳ λαῷ μου, ὥστε διὰ τῆς παντελοῦς ἐρημίας μαθεῖν αὐτοὺς τῆς ἐμῆς δεσποτείας τὴν δύναμιν. Θαιμὰν δὲ πόλις τῆς Ἰδουμαίας, καὶ ∆αιδὰν ὡσαύτως, τῶν ἀπὸ Χεττούρας γενομένων τῷ πατριάρχῃ Ἀβραὰμ, ἐπώνυμοι δὲ ἦσαν τῶν οἰκιστῶν. Ἐπλησίαζε δὲ ἡ ∆αιδὰν τῇ Ἰδουμαίᾳ, καὶ συνεφώνει. Οὕτω τὰ κατὰ τούτους προαγορεύσας, ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν πρόῤῥησιν. Ἰδουμαῖοι γὰρ οὐκ ἀλλό φυλοι, τοῦ Ἰσαὰκ ὄντες ἀπόγονοι· οὔτε μὴν Ἀμμανῖται καὶ Μωαβῖται, ἐκ τοῦ Λὼτ τὸ γένος κατ άγοντες. Ἦσαν μὲν οὖν ἀλλόφυλοι καὶ Τύριοι καὶ Σι 81.1065 δώνιοι, καὶ οἱ ἄλλοι πάντες οἱ τούτων πλησιόχωροι· διαφερόντως δὲ ἀλλοφύλους ἡ θεία καλεῖ Γραφὴ Ἀσκαλωνίτας καὶ Γαζαίους, Γετθαίους τε καὶ Ἀκα- ρωνίτας, καὶ Ἀζωτίους, ἐπειδὴ τῇ τοῦ Ἰούδα φυλῇ συνημμένην εἶχον τὴν γῆν, καὶ λίαν ἦσαν ὅμοροι, καὶ πλησιόχωροι. Λέγει τοίνυν καὶ τὰ τούτοις συμβησόμενα. ιεʹ- ιζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν μήνιδι, καὶ ἐξανέστη σαν ἐκδίκησιν ἐπιχαίροντες ἐξ ὅλης ψυχῆς, τοῦ διαφθεῖραι κατ' ἔχθραν αἰώνιον. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐκτενῶ τὰς χεῖράς μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολο θρεύσω τοὺς Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοί πους τοὺς κατοικοῦντας τὴν παραλίαν. Καὶ ποιήσω εἰς αὐτοὺς ἐκδικήσεις μεγάλας ἐν ἐλε γμοῖς θυμοῦ μου, καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς. Καὶ τούτοις ὁμοίως τοῖς Ἰδουμαίοις μῆνιν ἐγκαλεῖ. Μνησικακήσαντες γὰρ, φησὶ, τῷ λαῷ μου, ὡς νενικηκότι καὶ τὴν οἰκείαν βασιλείαν κρα τύναντι, τὸν τῆς συμφορᾶς καιρὸν τιμωρίας καιρὸν ἐποιήσαντο, καὶ ἐπαναστάντες μυρία διέθεσαν αὐ τοῖς κακά· τούτου χάριν ἐγὼ δίκας αὐτοὺς τῆς μή νιδος πράξομαι, καὶ θεηλάτοις αὐτοὺς παραδώσω πληγαῖς, καὶ σὺν τοῖς ἄρχουσι τοὺς ὑπηκόους δια φθερῶ, καὶ ἀφύκτοις αὐτοὺς ἐκδώσω κακοῖς· ἵνα δι' ὧν ὑπομένουσι τῆς ἐμῆς δεσποτείας ἐπιγνῶσι τὴν δύναμιν. Ἡμεῖς δὲ μὴ ἀναμένωμεν διὰ τῆς τῶν κακῶν πείρας τὸν ἡμέτερον ἐπιγνῶναι ∆εσπότην· ἀλλὰ διὰ τῶν ἀεννάων αὐτοῦ δωρεῶν δεξάμενοι τὴν ἐπίγνωσιν, εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενώ μεθα, καὶ φύγωμεν τῆς μήνιδος τὸ πάθος, τοὺς ὀλε θρίους τούτου μαθόντες καρπούς· καὶ τὴν ἀποστο λικὴν φυλάξωμεν ἐντολὴν, μὴ ἀναμένοντες τῇ λύπῃ τῇ κατ' ἀλλήλων ἐπιδῦναι τὸν ἥλιον· ἀλλὰ πρὸ τῶν ἐκείνου δυσμῶν τὴν ὀργὴν κατασβέσωμεν. Οὕτω γὰρ καὶ τὴν καθ' ἡμῶν ὀργὴν τοῦ δικαίου κριτοῦ παύσο μεν, καὶ τὴν ἐράσμιον ἐκείνην καὶ τριπόθητον εὐ μένειαν καρπωσόμεθα· ἧς εἴη πάντας ἡμᾶς ἐπιτυ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

ΤΟΜΟΣ ΙΑʹ