82
τῶν εἰς ἄρχοντας τεταγμένων τῆς ἐκκλησίας, οἱ λοιποὶ τὴν ἐκείνου κοινωνίαν ἀπέστεργον. Ὅμως οἱ μὲν ἑκόντως, οἱ δὲ καὶ ἀκόντως, πλὴν ὀλίγων, καθυπεκλίνοντο, διασεσεισμένοι δ' ὄντες τὰς γνώμας, πράξει τοὺς μὴ πειθομένους ὠχύρουν. Τὸ δὲ λαϊκὸν πλῆθος, τὸν νέον ποιμένα καὶ λίαν ἀποπροσποιούμενοι, ἐζήτουν τὸν γνήσιον. 169 Οὕτω γοῦν τεταραγμένων τῶν πραγμάτων, ἐπεὶ καὶ τὸν κρατοῦντα ἐμάνθανε μάχην μέλλειν συγκροτεῖν μεγίστην κατὰ φρουρίου τοῦ Γαλατᾶ, ὥσθ' αἱρήσειν, κἂν εἴ τι καὶ πάθοιἐκεῖθεν γὰρ καὶ τὴν τῆς μεγαλοπόλεως ἤλπιζεν ἅλωσιν, ὀλίγον κατὰ Νίκαιαν διαμείνας, ὁρμήσας αὐτίκα καὶ κατὰ τὴν πύλην γεγονώς, τὸν κονιορτὸν τῶν βλαυτῶν ἀποτιναξάμενος ὡς εἰς μαρτύ ριον δῆθεν, ἐξῄει· καὶ διὰ τοῦ κατὰ τὴν Ἑλενόπολιν τῆς θαλάσσης πορθμοῦ πρὸς ἐκεῖνον ἠπείγετο, ἅμα μὲν ἐνασμενίσων ἐκεῖθεν τῇ ἐκ βασιλέως παρα μυθίᾳ, ἅμα δὲ καὶ μεγάλα ἤλπιζε, συγκροτουμένην μάχην βλέπων κατὰ τῆς πόλεως, ὡς ἁλούσης αὐτίκα τῆς ἐκκλησίας ἐπιβησόμενος, ἀπαλλαγεὶς Νικαίας καὶ τῶν ἐκεῖ. Ἐν ὅσῳ δὲ τὴν μεταξὺ πορείαν διήνυεν, ἐν Σηλυβρίᾳ καὶ ἔτι ἦν ὁ κρατῶν, ὅτε συνέβη καὶ Ἀνδρόνικον τὸν Σάρδεων ἐκεῖσε παρεῖ ναι· δυοῖν γὰρ σχιζομένοιν, αὐτοῦ τε καὶ τοῦ Θεσσαλονίκης Μανουήλ, ἐκεῖνος μὲν ἑαυτὸν εἰς ἐξορίαν ἐδίδου καὶ ἐξωρίζετο.
ιηʹ. Ὅπως ὁ Σάρδεων κατὰ Σηλυβρίαν μοναχικῶς ἀπεκείρατο. Ὁ δὲ Σάρδεων, σοφόν τι οἰόμενος πράττειν, εἰ μὴ τῷ βασιλεῖ διαμάχοιτο, τοῦ πατριαρχεύοντος ἀφιστάμενος, ἔγνω δι' ἄλλης ὁδοῦ ὑπελθεῖν τὸν κρα τοῦντα. Καὶ δή, ἐπεὶ ὁ μὲν Φιλαδελφείας Ἰωαννίκιος κατὰ τὴν μονὴν τοῦ Σωτῆρος ἱερούργει, τοῦ βασιλέως προτρεψαμένου, ὁ δὲ βασιλεὺς παρῆν καὶ ὁ Σάρδεων συμπαρῆν, προσελθὼν αὐτὸς βασιλεῖ, περὶ ἑαυτοῦ ὑπεμίμνῃσκεν ὡς τὰ τῶν μοναχῶν ἀναληψόμενος ταῖς τοῦ Φιλαδελφείας χερσί. Καὶ ὅς οὐδὲ γὰρ ἠγνόει τὸ τῆς γνώμης τοῦ λέγοντος ὕπουλον, ὡς ἕξοντός ποτε, εἰ αἱροῖτο, πρόφασιν τὴν τοῦ ἄνακτος παρουσίαν, ὡς βίᾳ τῇ ἐκεῖθεν λαβόντος τὸ σχῆμα· μηδὲ γὰρ θέλειν ἐκ προαιρέσεωςἐκεῖνον μὲν καὶ τί παθὼν διηρώτα μετασχηματίζεσθαι βούλοιτο καὶ εἰς τί βλέπων τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον αἱροῖτο· πλὴν οὐδείς, ἔλεγεν, ὁ κωλύσων, εἰ οὕτω βούλεται. Ἐκείνου δὲ τὰς αἰτίας συνείροντος καὶ τὴν τοῦ ὑπονοουμένου σκανδάλου δόξαν διὰ πολλῶν ἀναιροῦντος, ὁ βασιλεὺς διακόψας, ἐπεὶ καὶ τὰ τῆς λειτουργίας ἤνυστο, προσέρχεται μὲν τῷ λειτουργήσαντι καὶ σφραγίζεται, λαβὼν εἰς 171 ἁγιασμὸν καὶ τὸ ἱερὸν κλάσμα, ἐκείνους δ' ἀφείς, παραυτίκα ἐξέρχεται τοῦ νεώ, ὡς ὅ τι θέλοιεν, ἀπόντος ἐκείνου, πράξοντας. Ὁ δὲ καὶ οὕτως προσέρχε ται καὶ τὸ σχῆμα δέχεται, Ἀθανάσιος ἀντ' Ἀνδρονίκου ὀνομασθείς.
ιθʹ. Ὅπως πολλοὶ τῶν ἐκκλησιαστικῶν δι' ὀλίγου θνῄσκουσιν. Θαυμάσειε δ' ἄν τις καὶ τὴν ∆ίκην τότε· οὐδὲ γὰρ ἐξ αὐτομάτου γενέσθαι τὸν τόσων ἐκκλησιαστικῶν ἀρχόντων ὑποτοπάσειε θάνατον· θνῄσκουσι γὰρ ἐγγὺς τῶν δέκα, ἐννέα μηνῶν, ἄνδρες πολὺ τὸ σεμνὸν καὶ ἀξιοπρεπὲς ἔχοντες, ἐφ' οἷς ἔλεγεν ὁ τοὖναρ ἰδὼν πρότερον ἢ θανεῖν ἐκείνους· ὁ Βέκκος δ' ἦν οὗτος Ἰωάννης, ὅς, ἐσύστερον καὶ μετὰ τὸν χαρτοφύλακα πατριαρχεύσας, πολλὰ πέπονθε τὰ δεινά, ὡς ὁ λόγος κατὰ καιρὸν ἐρεῖ. Τὸ γοῦν ὄναρ ἐκεῖνος ἰδὼν ἐξήγγελλεν οὕτως· ἔδοξε γὰρ ἐπ' ἀγχωμάλου πεδίου διερχομένους ἐφίππους τοὺς ἄρχοντας, πολλὴν ἐξηνυκότας ὁδόν, κατὰ χεῖλος στῆναι μεγίστου καὶ φοβεροῦ ποταμοῦ παραρρέοντος, ἄρξασθαι δ' ἐκείνους κατὰ τὴν τάξιν τοῦ σφίσιν ἀποβησομένου θανάτου περᾶν, πρῶτον τόνδε καὶ δεύτερον τόνδε καὶ ἐφεξῆς τοὺς λοιπούς· οὐδὲ γὰρ σύνδυο καὶ σύντρεις ἐπεραιοῦντο, ἀλλ' εἷς ἕκαστος καθ' αὑτόν. Ὡς γοῦν ὁ βλέπων ἱστάμενος καὶ θεωρῶν ἐξεπλήττετο, ἔμφροντις ὢν κἀκεῖνος ὅπως περαιωθήσεται, ἀκούει φωνῆς ἔκποθεν διικνουμένης· «Τί φροντίζεις; Οὐ σὺ νῦν διαβήσῃ τὸν ποτα μόν· ἔνι γὰρ καιρὸς καθ' ὃν καὶ αὐτὸς ἐξ ἀνάγκης περαιωθήσῃ· νῦν δ' ἀπελθὼν σῴζου, ἐν πραγμάτων ἡμέρᾳ διατηρούμενος.» Οὕτως ἔλεγεν ὁ τοὖναρ ἰδὼν μετὰ χρόνους, καὶ ἡμεῖς ἀκούοντες