ἐρήμῳ ἔφαγον τὸ μάννα καὶ ἀπέθανον. Ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.» Τὸ μὲν γὰρ μάννα, εἰ καὶ ἀπὸ τοῦ θεοῦ διδόμενος, ἄρτος ἦν προκοπῆς, ἄρτος τοῖς ἔτι παιδα γωγουμένοις χορηγούμενος, ἄρτος τοῖς ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἁρμονιώτατος. Ὁ δὲ ἐν τῇ ἁγίᾳ γῇ νέος ἀπὸ τοῦ σίτου τῆς γῆς Ἰησοῦ προξενοῦντος θεριζόμενος, ἄλλων μὲν κεκμηκότων, τῶν δὲ μαθητῶν αὐτοῦ θεριζόντων, ἄρτος ἦν ἐκείνου ζωτικώτερος, τοῖς τὴν πατρῴαν κληρονομίαν διὰ τὴν τελειότητα ἤδη ἀπολαβεῖν δυναμένοις ἀποδιδόμενος. 6.45.237 ∆ιόπερ ὁ μὲν ἐκείνῳ ἔτι παιδευόμενος τῷ ἄρτῳ † τὸ λόγῳ θάνατον δέξασθαι δύναται, ὁ δὲ φθάσας ἐπὶ τὸν μετ' ἐκεῖνον ἄρτον φαγὼν αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα δὲ πάντα οὐκ ἀκαίρως οἶμαι παρατεθεῖσθαι, τοῦ παρὰ τῷ Ἰορδάνῃ βαπτίσματος, ἐν Βηθαβαρᾷ ὑπὸ Ἰωάννου γινομένου, ἐξεταζομένου. 6.46.238 Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι μέλλων ἀναλαμβάνεσθαι Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, λαβὼν τὴν μηλωτὴν αὐτοῦ καὶ εἰλήσας ἐπάταξεν τὸ ὕδωρ, ὅπερ διῃρέθη ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι, δηλονότι αὐτὸς καὶ ὁ Ἐλισαῖος. Ἐπιτηδειότερος γὰρ πρὸς τὸ ἀναληφθῆναι γεγένηται ἐν τῷ Ἰορδάνῃ βαπτισάμενος, ἐπεὶ τὴν δι' ὕδατος παραδοξοτέραν διάβασιν βάπτισμα, ὡς προπαρε θέμεθα, ὠνόμασεν ὁ Παῦλος. 6.46.239 ∆ιὰ τὸν αὐτὸν δὴ τοῦτον Ἰορδάνην χωρεῖ ὃ βεβούληται χάρισμα διὰ Ἠλίου ὁ Ἐλισαῖοςλαβεῖν, εἰπών· «Γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ' ἐμέ.» Καὶ τάχα διὰ τοῦτο διπλοῦν ἔλαβεν τὸ χάρισμα ἐν πνεύματι Ἠλίου ἐφ' ἑαυτόν, ἐπεὶ δὶς διῆλθεν τὸν Ἰορδάνην, ἅπαξ μὲν μετὰ τοῦ Ἠλίου, δεύτερον δὲ ὅτε λαβὼν τὴν μηλω τὴν τοῦ Ἠλίου ἐπάταξεν τὸ ὕδωρ, καὶ εἶπεν «Ποῦ ὁ Θεὸς Ἠλίου ἀφφώ; Καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διεῖλεν ἔνθα καὶ ἔνθα.» 6.46.240 Ἐὰν δέ τις προσκόπτῃ τῷ «Ἐπάταξεν τὸ ὕδωρ» διὰ τὰ παραδεδομένα ἡμῖν περὶ τοῦ Ἰορδάνου, ὃς τύπος ἦν τοῦ τὴν κατάβασιν ἡμῶν καταβάντος λόγου, λεκτέον ὅτι παρὰ τῷ ἀποστόλῳ σαφῶς ἡ πέτρα Χριστὸς ἦν, ἥτις τῇ ῥάβδῳ δὶς πλήσσεται, ἵνα δυνηθῶσιν πιεῖν ἀπὸ τῆς «πνευ ματικῆς ἀκολουθούσης πέτρας». 6.46.241 Ἔστιν οὖν τις καὶ ἀγαπώντων πληγὴ ἐν τῇ ἐπαπορήσει πρὶν μαθεῖν τὸ ζητού μενον τὰ ἐναντία προφερομένων τῷ τοῦ λόγου συμπεράσματι, ὧν ἀπαλλάττων ἡμᾶς ὁ θεὸς ὅπου μὲν διψῶσιν δίδωσιν ποτόν, ὅπου δὲ τὸ ἄβα<τον> ἡμῖν καὶ ἀχώρητον διὰ τὸ βάθος διοδευ τὸν τῇ διαιρέσει τοῦ λόγου παρασκευάζει, τῶν πλείστων τῷ διαιρετικῷ λόγῳ ἡμῖν σαφηνιζομένων. 6.47.242 Ἔτι δὲ εἰς τὸ παραδέξασθαι τὴν περὶ τοῦ ποτιμωτάτου καὶ χαριστικωτάτου Ἰορδάνου ἑρμηνείαν, χρή σιμον παραθέσθαι τόν τε ἀπὸ τῆς λέπρας καθαριζόμενον Ναιμὰν τὸν Σύρον, καὶ τὰ λεγόμενα περὶ τῶν παρὰ τοῖς πολεμίοις τῆς θεοσεβείας ποταμῶν. 6.47.243 Περὶ μὲν οὖν Ναιμὰν γέγραπται ὅτι «Ἦλθεν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη ἐπὶ θύραις οἴκου Ἐλισαιέ. Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ.» Ὅτε καὶ θυμοῦται Ναιμάν, οὐ νοῶν ὅτι ὁ Ἰορδάνης ἡμῶν ἐστιν ὁ ἀπολύων τοὺς διὰ τὴν λέπραν ἀκαθάρτους τῆς ἀκαθαρσίας καὶ ἰώμενος, οὐχὶ δὲ ὁ προφήτης· προφήτου γὰρ ἔργον πέμψαι ἐπὶ τὸ θεραπεῦον. 6.47.244 Μὴ συνιεὶς τοίνυν τὸ τοῦ Ἰορδάνου μέγα μυστήριον ὁ Ναιμάν φησιν· «Ἰδοὺ δὴ ἔλεγον ὅτι πάντως ἐξελεύσεται πρὸς μὲ καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι κυρίου θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν.» Τὸ γὰρ ἐπιθεῖναι τὴν χεῖρα λέπρᾳ καὶ καθαρίσαι μόνου τοῦ κυρίου μου Ἰησοῦ ἔργον ἦν, οὐ μόνον εἰπόντος τῷ μετὰ πίστεως ἀξιώσαντι «Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι» τὸ «Θέλω, καθαρίσθητι»· πρὸς γὰρ τῷ λόγῳ καὶ ἥψατο αὐτοῦ, καὶ ἐκαθαρίσθη ἀπὸ τῆς λέπρας αὐτοῦ. 6.47.245 Ἔτι δὴ πλανώμενος ὁ Ναιμὰν καὶ οὐχ ὁρῶν ὅσον ἀπολείπονται οἱ ἕτεροι τοῦ Ἰορδάνου ποταμοὶ πρὸς θεραπείαν τῶν πεπονθότων, ἐπαινεῖ τοὺς τῆς ∆αμασκοῦ ποταμούς, Ἀβανὰ καὶ Φαρφά, λέγων· «Οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφά, ποταμοὶ ∆αμασκοῦ, ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; Οὐχὶ πορευθεὶς