Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται, κ. τ. ἑ. Ὀστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς, ἢ τὰ δόγματα τὰ ἀληθῆ, τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς. Θάνατος ἁμαρτωλῶν πονηρὸς, κ. τ. ἑ. Πονηρὸς, ἐπίπονος, πικρός. Ἔοικε δὲ λέγειν θάνατον τὴν κό λασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, κ. τ. ἑ. Λύτρον ἐστὶ δόμα τι τοῖς πολεμίοις διδόμε νον πρὸς τῶν ἡττηθέντων, ἢ πρὸς τοῦ τῶν ἡττηθέν των προνοουμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει τῶν αἰχμαλωτισθέντων. ΨΑΛΜΟΣ Λ∆ʹ. ∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμη σον τοὺς πολεμοῦντάς με, κ. τ. ἑ. Εἰδὼς, ὅτι τῶν ἀδικησάντων αὐτὸν Ἰουδαίων παραπτώματι, καὶ πολεμησάντων αὐτὸν Ἰσραηλιτῶν ἁμαρτήματι σω τηρία ἔσται τοῖς ἔθνεσιν, ὑπὲρ τῶν ἐθνῶν δυνάμει εὔχεται, διὰ τὸ ἐκείνους δικασθῆναι καὶ πολεμηθῆ ναι. Τάχα δὲ καὶ ὡς πρὸς τὴν κρίσιν κουφίζονται οἱ ἐνταῦθα δικασθέντες καὶ πολεμηθέντες. Πάντες δὲ οἱ ἀδικοῦντες ἀδικοῦσι Χριστὸν, τὴν δικαιοσύνην· καὶ οἱ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην πολέμους ἔχου σι. καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. ∆ικάζων δὲ ὁ Κύριος τοὺς ἀδικοῦντας, τὴν ἐν αὐτοῖς ἀδικίαν ἀπόλλυσιν. Οὕτω δὲ καὶ πολεμεῖ τοὺς πολε μοῦντας τὸν δίκαιον, ἐπ' ἀγαθῷ τῶν πολεμουμένων, τοῦτο ποιῶν, ὡς ἂν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δι καιοσύνῃ πράττοντες. Τοῦ αὐτοῦ. Οὐδὲν οὕτως ἀνθίσταται τοῖς δαί μοσιν ὡς δικαιοσύνη καὶ γνῶσις. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι, κ. τ. ἑ. «Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν τῶν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ πε ριθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπί δα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀρ γὴν εἰς ῥομφαίαν.» Τούτων χρείᾳ φησίν· «Ἐπιλα βοῦ ὅπλου καὶ θυρεοῦ.» Ὥσπερ δὲ συγκόπτουσιν οἱ δίκαιοι τελειωθέντες τὰς μαχαίρας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· οὕτω μετὰ τὰς κο λάσεις μεταποιήσει τὴν ἑαυτοῦ πανοπλίαν ὁ Θεὸς τὸν ζῆλον αὐτοῦ εἰς εἰρηνικὰ ἐνδύματα, καὶ τὸν θώρακα εἰς ποδήρη καὶ λόγιον, τὴν δὲ κόρυθα εἰς κίδαριν ἱερατικὴν, τὴν δὲ ἀσφάλειαν εἰς τὴν ἐν εἰρήνῃ ὁσιό 12.1312 τητα, τὴν δὲ ὀργὴν εἰς χρηστότητα. Ἀγαθότης δὲ τὸ οὐ μόνον ἐκχυθῆναι, ἀλλὰ καὶ συγκλεισθῆναι ῥομ φαίαν. Ἢ τοῦτό φησιν· Ἐπιλαβόμενος τοῦ καταλλήλου τοῦ θυρεοῦ, καὶ ὅπλου τῆς ἀληθείας, «ἀνάστα εἰς τὴν βοήθειάν μου·» τουτέστιν, ὑπέρμαχος γενοῦ. Καὶ τὸ, «Ἔκχεον ῥομφαίαν,» ἀντὶ τοῦ, Γύμνωσον, λέγει· τὸ δὲ, «Σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με,» ἀντὶ τοῦ, Ἀπάντησον καὶ περίκλεισον αὐτοῖς τὸν δρόμον, ξίφει τὴν ὁρμὴν αὐ τῶν ἀπείργων. Τοῦ αὐτοῦ. Εἰ ὁ νικήσας ἐν πολέμῳ καταδου λοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κό σμον· «Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον·» Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο, ἵνα γένωνται πάντες δοῦλοι Χριστοῦ. Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι, κ. τ. ἑ. Αὐτὸ τοῦτο σωτηρία ἐστὶ ψυχῆς, τὸ εἰ πεῖν αὐτῇ τὸν Κύριον· «Σωτηρία σου ἐγώ εἰμι·» καὶ ἐπ' ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Εὐερ γετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν. «Καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.» Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν, εἰς συναίσθη σιν ἄγον τὸν ἁμαρτάνοντα. Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος, κ. τ. ἑ. Ὁδὸν ἀσεβῶν τὸν μοχθηρὸν βίον ὀνομάζει, καθ' ὃν τὴν πορείαν ἐποιήσαντο. Γενηθήτω αὐτοῖς «σκότος,» παντὸς στερουμένη φέγγους, καὶ «ὀλίσθημα,» ὅπως μηδ' ἑστάναι δύναιντο, ἀγγέλου Θεοῦ καταδιώκοντος. Ὁρᾷς δὲ ὡς αἱ ἀγγελικαὶ δυνάμεις ὅπλα εἰσὶ τοῦ Θεοῦ. Ἐλθέτω αὐτῷ παγὶς, ἣν οὐ γινώσκει, κ. τ. ἑ. Σημειωτέον, ὅτι ἐν τοῖς προκειμένοις ἀντὶ εὐκτι κῶν προστακτικοῖς ἐχρήσατο ῥήμασι· κατὰ γὰρ τὴν πρᾶξιν ἕκαστος τιμωρεῖται. Ἢ μᾶλλον ἀντὶ μελ λόντων κέχρηται. Καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, κ. τ. ἑ. Νομίζω περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν, εἰς ὃν ἐμπέπτω κεν ὁ διάβολος ἀγνοῶν. Εἰ γὰρ ἔγνω, οὐκ ἂν