82
ΚΕΦΑΛ. Κʹ. αʹ, βʹ. Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου
πρὸς μὲ, λέγων· 81.1068 Ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, Εὖγε, συνετρίβη, ἀπόλωλε, τὰ ἔθνη ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται. Ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς Ἰεχονίου μὲν αἰχμαλωσίας, Σεδεκίου δὲ βασιλείας ἐν τῷ τετάρτῳ μηνὶ, ἐννάτῃ τοῦ μηνὸς, ἑάλω ὑπὸ τῶν Βαβυλωνίων ἡ Ἱερουσαλήμ. Πρὸ ὀλίγων τοίνυν ἡμερῶν τῆς ἁλώσεως, κελεύεται ὁ προφήτης κατὰ τῆς Τύρου τοὺς προφητικοὺς ποιήσασθαι λόγους. Ἡ γὰρ Τύρος Σὸρ τῇ ἐπιχωρίῳ προσαγορεύεται φωνῇ. Ἐφήσθη δὲ καὶ αὐτὴ τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ, καὶ ὑπέλαβεν, ὅτι τῆς περιφανεστάτης ἐκείνης καταλυθείσης πόλεως, αὐτὴ τὸ κράτος κατὰ πάντων τῶν πλησιοχώρων ἐθνῶν ἀναδύσεται. γʹ-ʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὸρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμα σιν αὑτῆς, καὶ καταβαλοῦσι τὰ τείχη σου· Καὶ καθελοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν. Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ τῆς θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδω ναῒ Κύριος, καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι Καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος. Τὴν τῶν Βαβυλωνίων αὐτῇ στρατείαν ἀπειλεῖ διὰ τούτων· λέγει δὲ, καὶ τοὺς περιβόλους αὐτῆς κατα λυθήσεσθαι, καὶ ἔρημον αὐτὴν γενήσεσθαι, ὥστε ἐοικέναι πέτραις τισὶ λείαις, αἷς τὰς σαγήνας ἐξ απλοῦν εἰώθασιν οἱ ἁλιεῖς. Λέγει δὲ καὶ τὰς ὑπηκόους αὐτῇ πόλεις καὶ κώμας ἀναστάτους ἔσεσθαι· ταύτας γὰρ θυγατέρας αὐτῆς ὀνομάζει. Σημαίνει δὲ καὶ τὸ ἀπὸ τῶν συμφορῶν κέρδος· ζʹ, ηʹ. Γνώσονται γὰρ, φησὶν, ὅτι ἐγὼ Κύριος. Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼἄγω ἐπὶ σὲ, Σὸρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βοῤῥᾶ· βασιλεὺς βασιλέων ἐστὶ, μεθ' ἵππων καὶ ἁρμάτων, καὶ ἱππέων, καὶ ἀγωγῆς ἐθνῶν πολλῶν σφόδρα. Οὗτος τὰς θυ γατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν, καὶ περιοικοδομήσει σε, καὶ βαλεῖ σοι τάφρον, καὶ περιοικοδομήσει ἐπὶ σὲ κύκλῳ χάρακα, καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὑτοῦ ἀπέναντί σου δώσει. - Προφυλακὴν καλεῖ τὰ ὁρμητήρια, ἃ οἰκοδομεῖν εἰώθασιν οἱ ἐπιόντες πολέμιοι, ὥστε καὶ τὰ ἔξω ληΐ ζεσθαι, καὶ σπάνει τῶν ἀναγκαίων τοὺς πολιορ κουμένους φθείρεσθαι· περιοικοδομεῖν δὲ τὰ οἰκο δομούμενα ἔξωθεν ὑπὸ τῶν πολεμίων τείχη καλεῖ. Προσθήσει δὲ, φησὶ, τῇ περιτειχίσει ταύτῃ χαρα κώματα, καὶ τάφρους, καὶ χώματα, ὥστε μηδένα μὲν ἐξιέναι τολμᾷν, ῥᾳδίως δὲ παντοδαπὰ ἀκοντί ζεσθαι βέλη. Εἶτα ἐπάγει· 81.1069 θʹ-ιδʹ. Τὰ τείχη σου, καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις ἑαυτοῦ. Ἀπὸ τοῦ πλή θους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κο νιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ, καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ, σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευομένου εἰς πόλιν ἐκ πεδίου. Ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὑτοῦ καταπατήσουσι πάσας τὰς πλατείας σου· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει. Καὶ προνο μεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρ χοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ. Καὶ κατα λύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι. Καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, καὶ οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος. Ἀληθῆ, φησὶ, πάντα τὰ ὑπ' ἐμοῦ προαγορευόμενα. Ὡς ἀψευδῆ τοίνυν δέξαι τὴν πρόῤῥησιν, ὅτι καὶ τὰ τείχη σου καθελοῦσιν οἱ Βα βυλώνιοι, καὶ τὰς οἰκίας σου καταλύσαντες τὰς πλη σιαζούσας, αὐτὰς ἐκ τῶν λίθων ἐμπλήσουσι· τοσοῦ τος δὲ ἔσται τῶν ἵππων καὶ τῶν ἁρμάτων ὁ κτύπος, ὡς δοκεῖν σεισμῷ τινι κατασείεσθαι τὴν πόλιν. Καὶ τὰ ὑπάρχοντά σου ληΐσονται, τοὺς δὲ οἰκήτοράς σου