De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ὀφφίκια, κἄντε μή. εἰ δὲ καὶ ἐκ τούτων τις θέλει καὶ εἰς τοὺς βασιλικοὺς τοὺς ἐνρόγους ὀρθῶσαι, παρέχει ἔξωθεν τῆς τιμῆς τοῦ ἀξιώματος λίτρας δʹ. εἰ δὲ καὶ εἰς τὸν χρυσοτρίκλινον, παρέχει ἑτέρας λίτρας δʹ. ὁ θέλων γενέσθαι εἰς τὴν μεγάλην ἑταιρείαν, εἰ μέν ἐστιν ἡ ῥόγα αὐτοῦ μέχρι νομισμάτων μʹ, παρέχει λίτρας ιϛʹ· εἰ δὲ πλείονα ῥόγαν ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα, ἤγουν τὰ ζʹ νομίσματα, λίτραν αʹ. ὁ εἰς τὴν μέσην ἑταιρείαν θέλων γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσμα 693 τα κʹ, ὀφείλει δοῦναι λίτρας ιʹ· εἰ δὲ πλείω τῶν κʹ νομισμάτων ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζειν καὶ τὸ τίμημα. ὁ εἰς τοὺς Φαργάνους, εἴτε εἰς τοὺς Χαζάρους θέλων γενέσθαι, ὀφείλει διδόναι λίτρας ζʹ, δηλονότι νὰ ἔχει ῥόγαν νομίσματα ιβʹ. ὁ δὲ εἰς τὸ τραπέζιον, εἴτε εἰς τὸ βεστιάριον, εἴτε εἰς τὰ ἀρχοντογεννήματα θέλων γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσματα ιʹ, ὀφείλει διδόναι λίτρας ϛʹ. ὁ εἰς τοὺς κληρικοὺς τοῦ ναοῦ θέλων γενέσθαι ὀφείλει διδόναι λίτρας ζʹ. ὁ εἰς τὰ ἀσηκρητεῖα μέλλων γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσματα λʹ, ὀφείλει διδόναι λίτρας ιβʹ. εἰ δὲ πλείονα ῥόγαν ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ νοτάριος τῶν ἀσηκρητειῶν ὁ θέλων γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσματα κʹ, ὀφείλει δοῦναι λίτρας ηʹ. ὁ δὲ κουβικουλάριος θέλων γενέσθαι, εἰ μέν ἐστιν εἴτε εἰς τὸ τραπέζιον, εἴτε εἰς τὸ βεστιάριον, καὶ θέλει γενέσθαι κουβικουλάριος, ἐὰν καταλιμπάνῃ τὰς ἀνόνας αὐτοῦ, δίδει λόγῳ κανισκίου νομίσματα λʹ. εἰ δὲ ἐπιζητεῖ ῥόγαν αὐτοῦ αὐξηθῆναι καὶ τὰς ἀνόνας, κατὰ ἀναλογίαν τῆς ῥόγας καὶ τῶν ἀνονῶν αὐτοῦ ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ δόμα. ὁ δὲ ἀπὸ καλιγίων γενόμενος κουβικουλάριος εἰ μὲν αἰτεῖται λαμβάνειν ῥόγαν "κʹ, ὀφείλει διδόναι λίτρας ηʹ. ὁ δὲ διὰ πόλεως θέλων γενέσθαι κουβικουλάριος ὀφείλει δοῦναι λίτρας ϛʹ. ὁ δὲ 694 ἀπὸ τοῦ κουβικουλαράτου μέλλων γενέσθαι σπαθαροκουβικουλάριος ὀφείλει δοῦναι λίτρας δʹ. ἐὰν δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας αὐτοῦ ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ ἀπὸ καλίγων γενέσθαι θέλων σπαθαροκουβικουλάριος ὀφείλει διδόναι λίτρας ιʹ. εἰ δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ ὀστιάριος ἀπὸ τοῦ σπαθαροκουβικουλαράτου θέλων γενέσθαι ὀφείλει δοῦναι λίτρας ιʹ. εἰ δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ πριμικήριος ἀπὸ τὸ ὀστιαράτον θέλων γενέσθαι ὀφείλει διδόναι λίτρας ιʹ. εἰ δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. Τὰ ὀφειλόμενα δίδοσθαι δόματα εἰς τὰ χαρτουλαράτα καὶ νοταράτα τῶν σεκρέτων. Οἱ νοτάριοι τοῦ εἰδικοῦ λίτρας νεʹ· οἱ χαρτουλάριοι τοῦ γεννικοῦ λίτρας ξεʹ· οἱ ἔξω χαρτουλάριοι τοῦ γεννικοῦ, ἤτοι τῶν ἀρκλῶν, λίτρας· οἱ χαρτουλάριοι τοῦ στρατιωτικοῦ λίτρας μʹ· οἱ νοτάριοι τοῦ στρατιωτικοῦ λίτρας κʹ· οἱ νοτάριοι τῆς σακέλλης λίτρας λʹ· οἱ νοτάριοι τοῦ βεστιαρίου λίτρας. Περὶ τῶν αἰχμαλώτων Σαρακηνῶν τῶν ἐπὶ θέματι βαπτιζομένων. Χρὴ εἰδέναι, ὅτι ὀφείλουσι λαμβάνειν παρὰ τοῦ πρω 695 τονοταρίου τοῦ θέματος εἷς ἕκαστος αὐτῶν ἀνὰ νομισμάτων γʹ, καὶ ὑπὲρ ζευγαρίου αὐτῶν ἀνὰ νομισμάτων ϛʹ, καὶ ὑπὲρ σπόρου καὶ ἀνόνας αὐτῶν ἀνὰ σίτου μοδίων νδʹ. ἰστέον περὶ τῶν διδομένων αἰχμαλώτων γαμβρῶν εἰς οἴκους, κἄν τε στρατιωτικὸς, κἄν τε πολιτικὸς ὁ οἶκος, εἰς ὃν εἰσέρχεται ὁ Σαρακηνὸς γαμβρὸς, ὀφείλει ἐξκουσεύεσθαι ἐπὶ τρισὶ χρόνοις τήν τε συνονὴν καὶ τὸ καπνικόν. καὶ μετὰ τοὺς τρεῖς χρόνους πάλιν ὀφείλει τελεῖν ὁ αὐτὸς οἶκος καὶ τὴν συνονὴν καὶ τὸ καπνικόν. ἰστέον, ὅτι καὶ τοῖς διδομένοις αἰχμαλώτοις, εἴτε ἑτέροις τισὶ, γῆν εἰς κατασκήνωσιν, ἐπὶ τρισὶ χρόνοις μένουσιν ἀνεπηρέαστοι ἀπὸ πάσης δουλείας τοῦ δημοσίου, καὶ οὔτε καπνικὸν δίδουσιν, οὔτε συνονήν. καὶ μετὰ τὴν συμπλήρωσιν τῶν τριῶν χρόνων τελοῦσι καὶ τὴν συνονὴν καὶ τὸ καπνικόν. ἰστέον, ὅτι ὁ καβαλλαρικὸς στρατιώτης ὀφείλει ἔχειν περιουσίαν ἀκίνητον, ἤγουν τοπία, λιτρῶν εʹ, ἢ τὸ ἔλαττον λιτρῶν δʹ. ἰστέον, ὅτι ὁ βασιλικὸς πλόϊμος στρατιώτης ὀφείλει ἔχειν περιουσίαν ἀκίνητον, ἤγουν τοπία, λιτρῶν γʹ. χρὴ εἰδέναι, ὅτι τύπος παρηκολούθησεν κατὰ τὸν καιρὸν, ὅτε γίνεται στρατία, μὴ δίδοσθαι τοῖς στρατευομένοις τήρωνας συνδότας ὡς περιουσίοις, ἀλλ' εἶναι μονοπροσώπως στρατιώτας. ὅτε δὲ πτωχεύσωσι, δίδονται αὐτοῖς καὶ συνδόται πρὸς τὸ δι' αὐτῶν ἔχειν τὸ ἱκανὸν καὶ δου 696 λεύειν τὴν ἰδίαν στρατείαν. ἐὰν δὲ παντελῶς ἐξαπορῶσιν καὶ οὐ δύνανται οὐδὲ μετὰ τῶν διδομένων αὐτοῖς συνδοτῶν τὴν ἰδίαν στρατείαν ἐξυπηρετεῖν, τότε