De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
Θεοῦ πεφηνέναι πιστεύοντες τὸν Μονογενῆ. Ὧδε γὰρ ἂν τὴν ἐπὶ τῷ πεπλανῆσθαι δοκεῖν ἀπεσκευασμένοι γραφήν, παρωσώμεθά ποι, καὶ τῆς ἑαυτῶν κεφαλῆς ἐκπέμψωμεν τὰς ἐπὶ τῷδε ποινάς, ἃς καὶ ὁ θεῖος ἡμῖν διηγόρευσε Παῦλος. Ἔφη γὰρ ὡδί· "∆ιὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν 528 ἐν αὐτοῖς, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Οὐκοῦν, εἰ παράσημόν τε καὶ ἀνοσιώτατα κεκιβδηλευμένην ἀποφαίνουσί τινες διὰ τοῦ ψεύδους τὴν ἀλήθειαν, γενητῇ λατρεύοντες κτίσει παρὰ τὸν ὄντα φύσει Θεόν, ἀδόκιμος μὲν καὶ ἡμῖν ἐνῴκηκε νοῦς, διερρίμμεθα δέ ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς καὶ τοῖς ἀθέοις συμπεπλανήμεθα, κτιστῇ λατρεύοντες φύσει τῷ Υἱῷ. Πεποίηται γὰρ κατ' ἐκείνους. Ἦ οὐχὶ κτίσις τὸ γενητόν; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἄθρει δὴ οὖν, ὦ Ἑρμεία, πρὸς ὅσην αὐτοῖς ἠλιθιότητα καταρρεῖ τὰ φρονήματα. Θεῖος μὲν γάρ που καὶ ἱερὸς ἔφη λόγος, Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐπεγνωκέναι τὰ ἔθνη, σεσαγηνευμένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ· οἱ δὲ ἀθλιότητος εἰς τοῦτο ἥκουσι λογισμῶν ὥστε κατε ρυθριῶσιν οὐδαμῶς τὸ ἐκ τοῦ πεποιῆσθαι σμικροπρεπὲς ἐπιρριπτοῦντες αὐτῷ. Γέγραπται δὲ οὕτω περὶ τῶν ἕπεσθαι δεῖν ἑλομένων τοῖς ἁγίοις ἀποστόλοις· "Αὐτοὶ γάρ, φησίν, περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἐσχήκαμεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε ἐπὶ τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ." Εἴπερ οὖν ἐστιν Ἑλληνικῆς μὲν αἶσχος λατρείας τὸ τῇ κτίσει προσ κυνεῖν, ἐπεστράφη δὲ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν, Χριστὸν ∆εσπότην ἐπιγραψάμενα, καὶ εἰς τὴν ἐφ' Υἱῷ προσκύνησιν τὴν μετά γε τοῦ Πατρὸς μετερρυηκότα, πῶς ἂν ἔτι νοοῖτο πεποιημένος, καὶ οὐκ ἀνάγκη φρονεῖν ὡς ματαία μὲν ἡ πίστις, διεψευσμένη δὲ δόξα περὶ Θεοῦ καὶ παρ' ἡμῖν αὐτοῖς ἔτι, καίτοι διαδρᾶναι λεγομένοις τῆς ἀρχαίας ἀπάτης τὴν γραφήν; {Β.} Ναί, φησίν· ἐπεστράφη γὰρ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν-τὸν Πατέρα. {Α.} Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν τῆς πρὸς Θεὸν ἐπι στροφῆς ὁ τρόπος; Ἢ πῶς ἂν ἴοιεν εὖ μάλα τινὲς ὀρθῶς τε καὶ ἀπλανῶς ἐπὶ ζῶντα καὶ ἀληθινὸν ∆εσπότην, τὸ κτίσει λατρεύειν ὡς ἕωλον διωσάμενοι; {Β.} ∆ιὰ πίστεως, οἶμαί που. Τοῦτο γάρ ἐστι τὸ "ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεόν." {Α.} Ἀληθὴς μὲν ὁ λόγος, πλὴν ἐκεῖνο φράσον· Ἆρ' οὐκ εἰς Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον ἡ πίστις; {Β.} Οὕτω φημί. {Α.} Οἱ δὲ δὴ τὴν πίστιν ἀκλινῆ τε καὶ ἀνυπαίτιον καὶ μώμου παντὸς ἐλευθέραν διασώσασθαι προτεθυμημένοι, 529 πιστεύσειαν ἂν εἴς γε Θεὸν ὁμοῦ καὶ κτίσιν, ἤγουν μονοτρό πως εἰς Θεόν, συνεισδέοντες ὡς ἰσοφυᾶ τῷ Πατρὶ τὸν Υἱόν; {Β.} Ὡς εἰς ἕνα δηλονότι Θεόν, ἤτοι θεότητος εἰς μίαν φύσιν, ἤγουν εἰδεῖεν ὡς οὐκ ἂν ἐξοίσειεν αἰτίας τὸν πόδα, τῇ κτίσει συναναπλέκοντες τὸν φύσει Θεόν. {Α.} Ἄραρεν οὖν ὅτι καὶ εἰς Υἱὸν ἡ πίστις ὡς εἰς Θεὸν ζῶντα καὶ ἀληθινόν. Ἀκονιτὶ δ' ἂν γένοιτο σαφὲς καὶ τοῦτό σοι κατακροωμένῳ λέγοντος τοῦ Υἱοῦ· "Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε," οὐχ ὡς εἰς κτίσιν καὶ Θεόν, πολλοῦ γε ἂν δέοι, μᾶλλον δὲ διὰ τὸ ταὐτὸν εἰς οὐσίαν καὶ ἀπαραλλάκτως ἴσον εἰς μίαν θεότητος ἀνακο μίζοντος φύσιν. Καὶ γοῦν ἔφη πάλιν· "Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με." Οὐ γὰρ ἐξίστησι τοῦ Πατρὸς τὸ πιστεύειν εἰς τὸν Υἱόν, ἀλλ' εἰς τὸν τεκόντα Πατέρα, διὰ τοῦ γεννήματος, τὸν γνήσιον ἀληθῶς ἀναφέρει προσκυνητήν. Ὅτι δὲ Χριστὸν ὡς Θεὸν ἀληθινὸν ἔγνω τε καὶ προσκεκύνηκεν ἡ τῶν εἰδωλολα τρούντων ποτὲ πληθύς, ῥᾷον ἂν μάθοις Παύλου λέγοντος ὡδί· "∆ιὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο ποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ." Συνίης οὖν ὅτι δίχα μὲν ὄντα Χριστοῦ, Θεοῦ τοῦ κατὰ φύσιν διεστήκει τὰ ἔθνη, καὶ τῆς ἀληθείας ἀπενοσ