πραγμάτων ἐρημίαν με τέρχεσθαι. Εἰ δὲ ἐν ορεσι καὶ σπηλαίοις τὸν βίον τῶν ἀσεβῶν ἐξέκλινον οἱ τοῦ Θεοῦ αν θρωποι, δικαίως ελεγον τό· ̓Εγεννήθην ὡσεὶ νυκτικόραξ· δι' ου δηλοῦται τὸ ὁλονύκτως ευχεσθαι καὶ ταπεινὸν τῆς καρδίας· οὐκ ἐσ θημάτων γὰρ χρῄζει ὁ μονάζων, ὡς οὐδὲ τὸ στρουθίον οὐκ ἐπιβουλὴν δέδοικε, κατοικεῖ γὰρ ἐν δώματι, καὶ τῶν ἐπιβουλευόντων ἐσ τὶν ὑψηλότερος. -Ειη δ' αν καὶ ὁ προφη τικὸς χορὸς τὴν ἐρημίαν κλαιόμενος καὶ ἀ πόπτωσιν· καὶ οὐ μόνον, φησὶν, ὑπὸ τῶν ἐχθρῶν ὠνειδιζόμην καὶ ἐμισούμην, ἀλλὰ καὶ οἱ πρότερον θαυμάζοντες τὰ ἐμὰ, ορκον ἐποιοῦντο, [διὰ] τὰς ἐμὰς συμφορὰς φάσκον τες· Μὴ τάδε πάθοιμι ὡς ουτος! -Τὸν πε λεκᾶνα τοῦτόν φασιν τῷ οἰκείῳ αιματι ἐγεί ρειν τὰ τεθνηκότα τῶν τέκνων. 101.12 Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθη σαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. ̓Ανωτέρω μὲν περὶ μόνης ειπε τῆς καρ δίας· ̓Επλάγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου· νῦν δὲ περὶ ολου τό· Καὶ ἐγὼ ὡς χόρτος ἐξηράνθην. 101.13 Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γε νεάν. Καὶ τοῦτο δὲ σὲ μάλιστα ἐπικάμψαι ὀφεί λει, ∆έσποτα, οτι τὸ ἡμέτερον ὀλιγοχρόνιον καὶ ἐπίκαιρον καὶ συμφοραῖς συνεζευγμένον, τὸ δὲ σὸν ἀΐδιον καὶ ἀπαράτρεπτον καὶ ἀθά νατον, ωστε δυνατὸν ειναι χαρίσασθαί μοι τῶν παρόντων μεταβολήν. ∆ιὸ ἐπάγει· 101.14 Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, οτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, οτι ηκει καιρός. Οἰκτειρήσεις, ἀντὶ τοῦ· φιλανθρωπώθητι πρὸς τὴν Σιὼν, καὶ οτι ὁ καιρὸς τὸ ελεος ἀπαιτεῖ· ὁ γὰρ τῆς ταλαιπωρίας, ἡμῶν χρόνος. Λέγει δὲ τὰ ἑβδομήκοντα ετη συν τετελέσθαι, καὶ ἐπιποθοῦμεν τὴν ἐκεῖ οικη σιν καὶ τὰ ἐν αὐτῇ ἐδάφη λίαν, καὶ τῶν ἐκ τῆς πορθήσεως σχισμάτων ἡ μνήμη οικτον ἡμῖν ἐντίθεται. Τούτου γὰρ γενομένου, φό βος τοὺς περιοικοῦντας λήψεται, καὶ ὡς πολλὰ δυνηθέντες δοξάσουσιν. -Νῦν τὴν Σιὼν τὴν φύσιν λέγει τὴν λογικὴν, τὴν πε φυκυῖαν σκοπεύειν τὰ ἐπουράνια. 101.15 Οτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρή σουσι. Χοῦν οἰκτειρήσουσι, τουτέστι τοὺς χοϊ κούς. 101.16,17 Καὶ φοβηθήσονται τὰ εθνη τὸ ονομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου, οτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Τὰ μὲν εθνη φοβηθήσονται τὸ ονομα Κυ ρίου, οἱ δὲ κρείττονες αὐτῶν, οἱ βασιλεῖς τὴν δόξαν αὐτοῦ, οτι ᾠκοδόμησε τὴν Σιών· ὁ δὲ φόβος ουτος, φησὶ, γενήσεται, ἐπὰν ἀ ρέσῃ σοι τὴν Σιὼν οἰκοδομήσειν, καὶ τὴν σὴν πάλιν δόξαν ἐν τῷ ναῷ δεῖξαι, η ἐπεὶ ἀσθε νείας τοῦ Θεοῦ κατεγίνωσκον, ὡς μὴ ἰσ χύοντος τῆς δουλείας ἐκσπᾶσαι ̓Ιούδαν. ∆ό ξαν αὐτοῦ καλεῖ τὴν τῆς πόλεως νεουργίαν, ἀντὶ τοῦ πάλιν τὴν Σιὼν οἰκοδομηθῆναι ἐν τῇ προτέρᾳ δόξῃ· οψονται τὸν τῶν ολων Θεόν. Καὶ τάχα κατὰ τὴν πρώτην ἐπιδη μίαν οἰκοδομήσει Κύριος τὴν Σιὼν, κατὰ δὲ τὴν δευτέραν ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Η καὶ ουτως· γενόμενος σὰρξ ολως, καὶ σκηνώσας ἐν ἡμῖν, ᾠκοδόμησε τὴν ἐκκλη σίαν, πνευματικῶς Σιὼν ὀνομαζομένην. ̓Οφ θήσεται δὲ ἐν τῇ δόξῃ αὐτοῦ, οταν σκηνώ σαντος ἐν ἡμῖν αὐτοῦ, θεασώμεθα τὴν δό ξαν αὐτοῦ πλήρους χάριτος καὶ ἀληθείας. Ορα δὲ οπως αιτιόν ἐστι τῆς τῶν βασιλέων ὑποταγῆς καὶ τῆς τῶν ἐθνῶν ἐπιγνώσεως ἡ τῆς Σιὼν οἰκοδομὴ, οὐ τοῦ ἱεροῦ λίθοις, ἀλ λὰ θαύμασι καὶ χαρίσμασι πνευματικοῖς καὶ μυστηρίοις ἐνδόξοις· οἰκοδομὴ ωφθη ἐν τῇ δόξῃ αὐτοῦ, ἡνίκα μέσος τῶν ἀποστόλων εστη, ἐπὶ τὴν ερευναν προτρεπομένου τοῦ Θωμᾶ ἀπιστήσαντος· δόξαν δὲ τὰ πάθη δια φόρως λέγει. - Η καὶ ουτως, ἡ οἰκοδο μουμένη ἀπὸ Κυρίου ἐκκλησία ἡ Σιών ἐστι, σκοπευτήριον ἑρμηνευομένη, ἐν ῃ ὀφθήσε ται ἐν τῇ δόξῃ αὐτοῦ, ει τις οἰκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λί θους τιμίους. 101.19,20 Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον, οτι ἐξέκυψεν ἐξ υψους ἁγίου αὐτοῦ. Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέ βλεψε. Λαὸς ὁ κτιζόμενος, ει τις ἐν Χριστῷ και νὴ κτίσις. -Τὸ κτιζόμενον, ητοι πάλιν ἐ στὶν ὁ κόσμος, ἑκατέρων δὲ αὐτῶν ὁ λαὸς, καὶ τάχα νῦν ὁ ἀπὸ τῶν ἐθνῶν. -