1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

83

Ἀντίοχον τὸν ἐπικληθέντα Ἐπιφανῆ ὅμηρα λαβόντες ἐν τῇ Ῥώμῃ ἐφρούρουν. Καὶ τοῦτο ἡμᾶς ἡ πρώτη τῶν Μακκαβαίων διδάσκει· εἰρηκὼς γὰρ ὁ συγγραφεὺς περὶ τῶν τὴν Ἀλεξάνδρου δεξαμένων βασιλείαν, ἐπήγαγε· "Καὶ ἐξῆλθεν ἀπ' αὐτῶν ῥίζα ἁμαρτωλὸς, Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Ἀντιόχουτοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν Ῥώμῃ. Τοῦτο προ σημαίνων τῷ ∆ανιὴλ ὁ προσδιαλεγόμενος αὐτῷ ἔφη· "Πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ." Τούτοις ἐπάγει· ιθʹ. "Καὶ ἐπιστρέψει τὸ πρόσωπον αὑτοῦ, εἰς τὸ κατισχύσαι τῆς γῆς αὑτοῦ." Ταῦτα, φησὶν, ἐν ταῖς νήσοις διαπραξάμενος, εἰς τὴν οἰκείαν ἐπανήξει βα σιλείαν. "Καὶ ἀσθενήσει, καὶ πεσεῖται, καὶ οὐχ εὑρεθή σεται. (κʹ.) Καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας, καὶ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων." Ἀντίοχον λέγει τὸν Ἐπιφανῆ, ὃς ἀποδρὰς ἀπὸ τῆς Ῥώμης, Σέλευκον τὸν ἀδελφὸν αὑ τοῦ διεδέξατο. Ἀντίοχον γὰρ τὸν μέγαν Σέλευκος ὁ καλούμενος Φιλοπάτωρ διεδέξατο, υἱὸς αὐτοῦ ὤν· τοῦ δὲ Σελεύκου τελευτήσαντος, Ἀντίοχος ὁ Ἐπιφανὴς παραλαμβάνει τὴν βασιλείαν. Περὶ τούτου φησίν· "Ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας, καὶ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβά ζων·" τουτέστι, τὴν τοῦ πατρὸς δυναστείαν μιμού 81.1516 μενος, καὶ ἱκανὸς ὢν τὴν ἑτοιμασθεῖσαν ὑπ' ἐκείνου κατασχεῖν βασιλείαν. Τοῦτο παραδηλῶν ἐπήγαγε· "Καὶ πράσσων δόξαν βασιλείας·" ἀντὶ τοῦ, ὑπερ άγαν τῷ δραστηρίῳ χρώμενος. "Καὶ ἐν ταῖς ἡμέ ραις ἐκείναις συντριβήσονται, καὶ οὐκ ἐν προσ ώποις, οὐδὲ ἐν πολέμοις." Ἱκανὸς γὰρ, φησὶν, ἔσται καὶ μόνῃ τῇ φήμῃ ἀμαχητὶ καὶ ἀναιμωτὶ καταπλῆξαι πάντας, καὶ ἑαυτῷ ὑποτάξαι. καʹ. "Καὶ στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ." Τοσαύτῃ δὲ, φησὶ, χρήσεται δυναστείᾳ, ὡς καὶ ἄνευ συμπλοκῆς κρατῆσαι τῆς πατρόθεν εἰς αὐτὸν παρα πεμφθείσης βασιλείας. "Ἐξουδενώθη, καὶ οὐκ ἐδόθη ἐπ' αὐτὸν δόξα βασιλείας." Καὶ μὴν, φη σὶν, οὐκ ἦν ἐπίδοξος, βασιλεὺς ὢν, ἀλλ' εὐτελής τις ἐδόκει ἐν τῇ Ῥώμῃ φρουρούμενος. "Καὶ ἐπανήξει ἐπ' εὐθηνίᾳ, καὶ κατισχύσει βασιλείας ἐν ὀλισθή μασι." Ἀλλ' ὅμως, φησὶ, καὶ λίαν ὢν ἐξουθενη μένος, μετὰ πολλῆς ἥξει περιουσίας καὶ πλείστης δυνάμεως, καὶ κρατήσει τῆς βασιλείας δόλῳ συνεργῷ, καὶ ἐξαπάτῃ μᾶλλον χρώμενος. Τοῦτο δὲ καὶ ἐν τῇ δευτέρᾳ ὀπτασίᾳ ὁ μακάριος ἐθεάσατο ∆ανιὴλ, καὶ ἤκουσε τοῦ ἁγίου Γαβριὴλ, λέγοντος· "∆όλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὑτοῦ μεγαλυνθή σεται· καὶ διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείᾳ πολ λῶν στήσεται. Καὶ ἐνταῦθα ὡσαύτως· "Κατισχύσει γὰρ, φησὶ, βασιλείας ἐν ὀλισθήμασι." κβʹ. "Καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυ σθήσονται ἀπὸ προσώπου αὐτοῦ, καὶ συντριβήσονται." Πάλιν δὲ ἐνταῦθα τὴν τῶν Αἰγυπτίων ᾐνίξατο βασι λείαν, ὅτι κἀκεῖνοι οἱ τὰ μεγάλα δυνάμενοι, καὶ δί κην κατακλυσμοῦ τοὺς ἀνθισταμένους διαφθείροντες, καὶ ἀφανεῖς καὶ φρούδους ἀποφαίνοντες, καὶ οὗτοι ὑπ' αὐτοῦ κατακλυσθήσονται, καὶ συντριβήσονται, οὐχ οὗτοι δὲ μόνοι, ἀλλὰ, "Καί γε ἡγούμενος διαθήκης." κγʹ. "Καὶ ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον." Ἐνταῦθα προσημαίνει τὴν γενομέ νην ἐπανάστασιν Ὀνίᾳ τῷ ἀρχιερεῖ ὑπὸ Ἰησοῦ τοῦ καὶ Ἰάσωνος, καὶ Ὀνίου τοῦ Μενελάου· τούτων γὰρ πρότερον μὲν ὁ Ἰάσων, πρὸς τὸν Ἀντίοχον δραμὼν, τὸν οἰκεῖον ἀδελφὸν τῆς ἀρχιερωσύνης ἐξέβαλεν· ὁ δὲ Μενέλαος, δῶρα καὶ χρυσίον ἀποσταλεὶς κομίσαι τῷ Ἀντιόχῳ, εἰς ἑαυτὸν πάλιν τὴν ἀρχιερωσύνην μεταθεὶς, ἐξήλασε τὸν Ἰάσωνα. Ἐντεῦθεν αἱ δειναὶ καὶ χαλεπαὶ συμφοραὶ τὸ Ἰουδαίων κατέλαβον ἔθνος, Ταῦτα ὁ μακάριος προδιδασκόμενος ∆ανιὴλ, ἀκούει, ὅτι "Βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπ' αὐτοῦ." Λέγει δὲ Πτολεμαῖον τὸν Φιλομήτορα· οὗτος γὰρ Πτολεμαῖον τὸν Ἐπιφανῆ διεδέξατο. Τού τοις ἐπήγαγε· "Καί γε ἡγούμενος διαθήκης." Λέ γει γὰρ τὸν ἀρχιερέα τὸν εὐσεβῆ, τὸν τοῦ Ἰάσωνος ἀδελφὸν, καὶ προδιδάσκει, ὅτι κἀκεῖνον τοῦ ἀρχ ιερατεύειν παύσει. Εἶτα διδάσκει τὸν τρόπον· "Καὶ ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον." 81.1517 Χρήσεται γὰρ, φησὶ, διακόνοις τοῖς τὸ αὐτὸ γένος ἔχειν σεμνυνομένοις, καὶ δόλῳ συνεργῷ