83
ἐξανδραποδίσουσι· τοσαύτη δὲ καταλήψεται ἐρημία, ὡς ἐν σοὶ τοὺς ἁλιέας ξηραίνειν τὰς βραχείσας σα γήνας, καὶ ἅπερ ποιεῖν εἰώθασιν ἐν ταῖς λείαις πέ τραις, ταῖς τῇ θαλάττῃ πλησιαζούσαις, τοῦτο ἐν σοὶ διὰ τὴν πολλὴν ἐρημίαν ποιήσουσι. Τὸ δὲ, "Οὐκ ἔτι οὐ μὴ οἰκοδομηθήσῃ," ἐκ τῆς τοῦ μακαρίου Ἡσαΐου τοῦ προφήτου μαθησόμεθα προφητείας. Κἀκεῖνος γὰρ ὁ προφήτης λυπηρὰ τῇ Τύρῳ προεθέσπισεν, ἀλλὰ χρόνῳ τινὶ ῥητῷ τὰ λυπηρὰ περιώρισε· "Καταλει φθήσεται γὰρ, φησὶ, Τύρος ἑβδομήκοντα ἔτη, ὡς χρόνον βασιλέως ἑνὸς, ὡς χρόνον ἀνθρώπου· καὶ ἔσται, μετὰ τὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἔσται ἡ ἐμπορία αὐτῆς ἁγία τῷ Κυρίῳ," καὶ τὰ ἑξῆς. Τὸ τοίνυν, "Οὐ μὴ οἰκοδομηθήσεται," τὴν τῶν τρόπων μεταβολὴν αἰνίττεται· ὅτι κατὰ τὴν προτέ ραν ἀσέβειαν οὐκ οἰκοδομηθήσεται, ἀλλ' ἑτέραν καὶ ἄντικρυς ἐναντίαν οἰκοδομὴν λήψεται, ἥτις, κατὰ τὸν προφήτην Ἡσαΐαν, ἁγία ἔσται τῷ Κυρίῳ. Καὶ μαρ τυρεῖ τὰ πράγματα, καὶ ἡ νῦν κρατοῦσα εὐσέβεια. Ἀπὸ γὰρ τῆς προτέρας δεισιδαιμονίας καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, πρὸς τὸν Θεὸν ἐπιστρέψασα, τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς ιεʹ, ιʹ. Ὅτι τάδε λέγει Κύριος τῇ Σόρ· Μὴ οὐχὶ ἀπὸ φωνῆς τῆς πτώσεώς σου, ἐν τῷ 81.1072 στενάξαι τραυματίας σου, ἐν τῷ ἀναιρεθῆναι μαχαίραις ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσοι, Καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὑτῶν πάν τες ἄρχοντες τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὑ τῶν, καὶ τὸν ἱματισμὸν αὑτῶν τὸν ποικίλον ἐκ δύσονται; ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθ ιοῦνται, καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑ τῶν, καὶ στενάξουσιν ἐπὶ σέ; Ἐπίσημος ἦν ἡ Τύρος ἀνέκαθεν, οὐκ ἐν τῇ Ἀσίᾳ μόνον, ἀλλὰ καὶ ἐν Εὐρώπῃ· ἀναγκαίως τοίνυν καὶ ἡ προσπεσοῦσα αὐτῇ συμφορὰ γνώριμος ἐγένετο. Ταύτην δὲ, φησὶ, μαθόν τες οἱ τὰς νήσους οἰκοῦντες ἐκδειματωθήσονται, καὶ οἱ τούτων δὲ βασιλεῖς ἐξ ἀθυμίας καὶ ἀχθηδόνος, καὶ τῶν διαδημάτων τὰς κεφαλὰς γυμνώσουσι· ταῦτα γὰρ μίτρας ἐκάλεσε· καὶ τὴν πολυτελῆ ἐσθῆτα ἐκ δύσονται, καὶ πένθιμον ἀναλήψονται σχῆμα, τὰ αὐτὰ πείσεσθαι προσδοκῶντες. Τοῦτο γὰρ ἐσήμανεν εἰρη κώς· "Καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑτῶν." Οὕτω δὲ αὐτοὺς ἀνιάσει ἡ τῶν σῶν κακῶν ἀγγελία, ὅτι καὶ θρῆνον ἐπὶ σοὶ λήψονται, καὶ ἐροῦσι· ιζʹ, ιηʹ. Πῶς ἀπώλου, καὶ κατελύθης ἐκ θα λάσσης, ἡ πόλις ἡ ἐπαινετὴ, ἥτις ἐγενήθη ἰσχυρὰ ἐν τῇ θαλάσσῃ, αὐτὴ, καὶ οἱ κατοικοῦντες αὐτήν; ἡ δοῦσα τὸν φόβον αὑτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ' ἡμέρας πτώσεώς σου, καὶ ταραχθήσονται αἱ νῆσοι ἀπὸ τῆς ἐξουσίας σου ἐν τῇ θαλάσσῃ. Λογιζό μενοι, φησὶ, τὴν προτέραν ἐξουσίαν σου, καὶ τὴν ἐπὶ τοῦ παρόντος καταλαβοῦσάν σε συμφορὰν θεωροῦντες, σὲ μὲν θρηνήσουσι τὴν πάλαι πολυθρύλλητον καὶ περιβόητον· τὰ δὲ κατὰ σφᾶς αὐτοὺς μεριμνήσουσι, δεδοικότες μὴ τοῖς αὐτοῖς περιπέσωσιν. ιθʹ, κʹ. Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος· Ὅτανδῶ σε πόλιν ἠρημωμένην, ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ καλύψει σε ὕδωρ πολύ. Καὶ κατα βιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον, πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς, ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆν ζωῆς. - Ἄβυσσον ἐκάλεσε τοῦ Βαβυλωνίου τὴν στρατείαν διὰ τὸ πλῆθος. Ἐπειδὴ γὰρ καὶ αὐτὴ περίῤῥητός ἐστι, καὶ νῆσος ἐμφερὴς, πᾶσα μὲν ἔνδον ἐν τῇ θαλάττῃ κειμένη, μίαν δὲ ἀπὸ γῆς εἴσοδον ἔχουσα, ἁρμοδίως ἐχρήσατο τῇ τροπῇ, ὕδωρ πολὺ καὶ ἄβυσσον καλέσας τῶν πολεμίων τὸ πλῆθος. Τὸ δὲ, "Καταβιβάσω πρὸς τοὺς καταβαίνοντας εἰς βό θρον πρὸς λαὸν αἰῶνος·" τὸν θάνατον σημαίνει, ὑφ' ὃν τελοῦσιν ἅπαντες τὸν παρόντα αἰῶνα οἱ τὸν βίον ἐπεξιόντες. Λαὸν τοίνυν αἰῶνος τοὺς νεκροὺς ὠνό μασε. Τὸ δὲ, "Μὴ ἀναστῇς ἐπὶ γῆν ζωῆς," τὸ ψαλ μικὸν ἐκεῖνο δηλοῖ. "∆ιὰ τοῦτο οὐκ ἀναστήσονται 81.1073 ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν