Εἰ μὴ ουν ἐξέκυψεν ἐξ υψους ἁγίου αὐτοῦ ὁ Κύριος, οὐκ αν ῃνησεν αὐτὸν λαὸς, ὁ ετι κτιζόμενος, καὶ εως τῆς συντελείας κτιζόμενος, ὡς πά λαι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ωφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. 101.21 Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τε θανατωμένων. Πέδαι δὲ ειεν τὸ σῶμα τῆς ταπεινώσεως· υἱοὶ δὲ τῶν τεθανατωμένων λύονται ὑπὸ τοῦ λόγου. Τίνων δὲ υἱοὶ η τῶν ἀντικειμένων δυ νάμεων; οἱ γὰρ πατέρες, ων ὡς ζώντων ὁ Θεός ἐστιν, οὐ πεπεδημένων εἰσὶ πατέρες· ἐλεύσεται δὲ ὁ λέγων· Τεθανατωμένων τῇ ἁμαρτίᾳ τῶν πατέρων υἱοὶ δεδεμένοι ὑπὸ τοῦ Λόγου λύονται. 101.25 Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμε ρῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ετη σου. ∆ύο γενεαὶ, δυὸ λαοὶ, ἐν οις τὰ τοῦ Θεοῦ ἐστιν ετη. - ̓Αντὶ τοῦ· ∆ίδαξόν με τὴν φύ σιν τῶν ἐνταῦθα ἡμερῶν, ως ἐστιν ἐντελὴς καὶ βραχεῖα καὶ ὀλίγη· καὶ ἐν πληρώματι ἡμερῶν ποιήσας με γενέσθαι, ἀνάγαγέ με ἐντεῦθεν· ὁ ἐντελὴς δὲ ἐξελθὼν ἐν βίῳ καὶ γνώσει, ἐν ἡμίσει ἀνάγεται ἡμερῶν, οἱονεὶ ἐξ ἡμισείας πεφωτισμένος παρὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. 102.1 Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου, τὸ ονομα τὸ αγιον αὐτοῦ. Πᾶσα δύναμις τοῦ εσω, καὶ κατ' εἰκόνα τοῦ Θεοῦ ἀνθρώπου, οιον ἡ νοητικὴ, καὶ διανοητικὴ καὶ ἡ ἐπιβλεπτικὴ, καὶ ἡ ὁρμη τικὴ, καὶ ἡ φανταστικὴ, καὶ αἱ λοιπαί. Εσ τι τὸ τὰς θείας χάριτας διὰ τὸ ὑμνεῖν ἀμεί βεσθαι. ̔Εαυτῷ ουν ἐγκελεύεται εὐλογεῖν τὸν Θεὸν, καὶ ὑμνεῖν, καλὸν φάρμακον ἑαυ τοῦ, τὴν εἰς Θεὸν εὐλογίαν τιθέμενος. ∆ιὰ τῶν ἐντὸς, τὸ ἐξ ολης ἰσχύος δηλοῖ. Η τὸ πάντα τὰ ἐντὸς, ἀντὶ τοῦ πᾶσά μου ἐνθύμη σις καὶ πᾶν νόημα· ἐντὸς γὰρ τοῦ ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις, καὶ διανοητικὴ καὶ μνημονευτικὴ, καὶ αἱ λοιπαί. ̓Ενδιατρίβει δὲ τῇ παρὰ τὸν υμνον προτροπῇ, εἰδὼς τοῦ το οτι ταῦτα ἀντὶ τῶν μεγαλῶν εὐεργεσιῶν ἐποφείλονται. 102.5 ̓Ανακαινισθήσεται ὡς ἀετοῦ ἡ νεό της σου. Τὸν παλαιὸν ανθρωπον, διὸ τῆς ἁμαρτίας ἐνδυσαμένη ἡ ψυχὴ, τὴν νεότητα αὐτῆς ἀ πωλείας καὶ ὡσανεὶ ῥυτίδος ἀνείληφεν· οτε ουν ποιεῖ αὐτὴν μηκέτι εχειν σπῖλον η ῥυτί δα, ἀνακαινίζει αὐτῆς τὴν νεότητα, ὡς ἀε τοῦ. 102.7 ̓Εγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋ σῇ, τοῖς υἱοῖς ̓Ισραὴλ τὰ θελήματα αὐτοῦ. Οἱ μὴ γνωρίσαντες τὰ θελήματα αὐτοῦ, οὐκ εἰσὶν υἱοὶ ̓Ισραήλ. 102.8 Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Τούτων δὲ, φησὶν, αιτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος αβυσσος καὶ τῆς φι λανθρωπίας τὸ πέλαγος. 102.9 Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. ̓Εντεῦθεν γινώσκομεν οτι αλλο ὀργὴ, καὶ αλλο μῆνις. 102.10 Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίη σεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀν ταπέδωκεν ἡμῖν, ̓Ελάττους δὲ καὶ τὰς τιμωρίας, οὐ πρὸς ἀξίαν κολάζων. 102.12 Καθόσον ἀπέχουσιν ἀνατολὴ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Θεοῦ ἡμῖν τοῦτο χαριζομένου οτε πόῤῥω τῆς ἡμῶν ἡμαρτιῶν ἐγενόμεθα καὶ εξεως καὶ διαθέσεως, καὶ οσον κρείττονες γινόμε θα, κατὰ διάμετρον ἱστάμεθα τῆς ἁμαρ τίας· ἐκείνης μὲν γὰρ ἐπὶ δυσμῶν ὁ τόπος, τῶν δὲ ἐναρέτων κατὰ ἀνατολήν· καὶ γὰρ ὁ Χριστὸς, ἡ ζῶσα ἀρετή, ἐστιν κατὰ τὸν ̔Ιε- ρεμίαν ἡ ἀνατολή. 102.13 Καὶ καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Πατρὸς γὰρ ἀγαθότητα δείκνυσιν, ὁ δη μιουργὸς ων τε καὶ ποιητής· μακρὸν δὲ τοὺς φοβουμένους αὐτὸν οἰκτείρων, εἰς υἱῶν εθετο τάξιν. Οὐδὲ γὰρ μισεῖται ους κατεσκεύασεν, ἀλλ' ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώ πων, ας κατὰ μόνας επλασεν, οιδεν τί ἑκάσ τῳ συμφέρει, καὶ ων εχομεν δύναμίν τε καὶ ἀφορμὴν, ταῦτα δίδωσιν, ἐπὶ τῷ κατ' ἐνέρ γειαν εχοντι αὐτὸς, υἱὸς αὑτοῦ γενέσθαι. Λέγοι δ' αν καὶ ὡς πεῖραν ελαβεν πλάσμα τος, γενόμενος σὰρξ, καὶ φυσικὴν εχει διά θεσιν, υἱοὺς ἡμᾶς λογισάμενος. -Καθὼς οἰκτείρει πατὴρ υἱούς· ους γὰρ ειδε ποίημα καὶ εργα τῶν χειρῶν αὐτοῦ, κατῳκτείρησεν. 102.16,17 Οτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, 102.16,17 καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται εἰς τὸν τόπον αὐτοῦ. Τὸ δὲ ελεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος εως τοῦ αἰῶνος ἐπὶ τοὺς φο