84
χρώμενος μυρία δεινὰ εἰς τὸ ἔθνος ἐργάσεται. "Ἀναβήσεται δὲ καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει." Ἐξαπατή σας γὰρ τοὺς τὰ Ἱεροσόλυμα οἰκοῦντας, ὡς μετ' εἰρή νης εἰσιέναι μέλλων, πρῶτον μὲν ἐπιβῆναι τῶν ἀδύτων ἐτόλμησε τοῦ θείου νεὼ, ἔπειτα ἅπαντα τὸν ἐπικεί μενον κόσμον ἀφελὼν, καὶ τὰ ἀφιερωμένα τῇ θείᾳ λειτουργίᾳ σκεύη, οὕτως ἐξελήλυθεν. Αὖθις δὲ πάλιν ἐπιστρατεύσας τῇ πόλει, ὀκτὼ μὲν μυριάδας ἀνθρώ πων κατέσφαξε, καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς, τοὺς ἑαυτοῦ στρατηγοὺς ἀποστείλας, ἑτέρους πάλιν μυρίους φόνους εἰργάσατο. Ταῦτα προσημαίνων φησί· "Καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει. (κδʹ.) Καὶ ἐν εὐθηνίᾳ, καὶ ἐν πίοσι χώραις ἥξει." Οὔτε γὰρ δι' ἀπορίαν, φησὶ, μετ' ὀλίγων ἀφίξεται, ἀλλὰ διὰ τὴν τοῦ φρονήματος ἀλαζονείαν· ἔστι γὰρ αὐτῷ καὶ εὐθηνία καὶ ἀπόλαυσις μυρίων ἐθνῶν πιόνων, καὶ φόρον πολὺν χορηγούντων. "Καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ ὕπαρξιν, καὶ σκῦλα αὐτοῖς διασκορπιεῖ." Πάντων γὰρ αὐτοῦ τῶν πα τέρων, καὶ τῶν προγόνων ἁπάντων τὸ Ἰουδαίων ἔθνος τετιμηκότων, τἀναντία οὗτος πάντα ἐργάσε ται, ἀναιρῶν καὶ ληϊζόμενος, καὶ ἐξανδραποδιζόμε νος, καὶ τοῖς συστρατευομένοις τὰ τούτων δωρούμε νος. "Καὶ ἐπ' Αἴγυπτον, φησὶ, λογιεῖται λογισμοὺς αὑτοῦ, καὶ ἕως καιροῦ." Ἀντὶ τοῦ, οὐκ ἐπὶ πολὺ κρατήσει. κεʹ. "Καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ καρ δία αὐτοῦ ἐπὶ βασιλέα τοῦ Νότου, ἐν δυνάμει μεγάλῃ." Ταύτην αὐτοῦ τὴν κατὰ τῆς Αἰγύπτου ἔφοδον, καὶ ἡ πρώτη τῶν Μακκαβαίων διδάσκει ἱστορία. "Εἰσ ῆλθε γὰρ, φησὶν, Ἀντίοχος εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν ἅρμασι καὶ ἐλέφασι, καὶ ἱππεῦσι, καὶ ἐν στόλῳ μεγάλῳ, καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου, καὶ ἐνετράπη Πτολε μαῖος ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔφυγε, καὶ ἔπεσαν τραυματίαι πολλοὶ, καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτου, καὶ ἔλαβον τὰ σκῦλα τῆς, Αἰγύπτου. Καὶ ταῦτα προδιδασκόμενος ὁ μακάριος ∆ανιὴλ ἤκουσε. "Καὶ ὁ βασιλεὺς τοῦ Νότου συνάψει πόλεμον πρὸς αὐτὸν, ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα, καὶ οὐ στήσεται, ὅτι λογιοῦνται ἐπ' αὐτὸν λογισμούς." Ἀντὶ τοῦ, πολλαῖς καὶ παν τοδαπαῖς ἐνέδραις χρήσονται κατ' αὐτοῦ. κʹ. "Καὶ φάγονται, φησὶ, τὰ δέοντα αὐτοῦ." Τουτέστι, καταναλώσουσιν αὐτοῦ πᾶσαν τὴν πρόσ οδον, καὶ τὸν τελούμενον αὐτῷ φόρον ληϊζόμενοι εἰς ἑαυτοὺς μεταθήσονται. "Καὶ συντρίψουσιν αὐ 81.1520 τὸν, καὶ δυνάμεις αὐτοῦ καταλύσει, καὶ πεσοῦντα· τραυματίαι πολλοί." Οὐκ αὐτὸν γὰρ μόνον, ἀλλὰ καὶ τὴν στρατείαν αὐτοῦ δίκην κατακλυσμοῦ διαφθερεῖ, καὶ πολὺν ἐργάσεται φόνον. κζʹ. "Καὶ ἀμφότεροι, φησὶν, οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν ἐπὶ πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ." Ῥωμαῖοι γὰρ, ὡς Ἰώσηππος ἡμᾶς ὁ ἱστοριογράφος διδάσκει, ταύ την αὐτοῦ μαθόντες τὴν στρατείαν, παρενεγγύησαν ἀποστῆναι τῆς Αἰγύπτου· ὅθεν σπεισάμενος, φησὶν, εἰρήνην, καὶ τραπέζης ἐκοινώνησε τῷ Πτολεμαίῳ. Τὸ δὲ ὕπουλον τῆς φιλίας διδάσκων ὁ τῷ ∆ανιὴλ προσ διαλεγόμενος, "Καὶ ἀμφότεροι, φησὶν, οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν ἐπὶ πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ." Ἀντὶ τοῦ, οὐ βεβαία ἔσται ἡ εἰρήνη. "Ὅτι ἔτι πέρας ἔσται εἰς καιρόν." Τουτέστιν, αὖθις γὰρ, τοῦ καιροῦ τούτου διαδραμόντος, συμπλακήσονται καὶ παρατάξονται. κηʹ. "Καὶ ἐπιστρέψει, φησὶν, εἰς τὴν γῆν αὑτοῦ ἐν ὑπάρξει πολλῇ." Ἀλλ' ὅμως τότε, φησὶν, μετὰ πολλοῦ πλούτου, καὶ πολλῆς περιουσίας, εἰς τὴν οἰκείαν ἐπαναστρέψει βασιλείαν. "Καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν." Μίαν δὲ λοιπὸν σχήσει σπουδὴν, ὥστε καταλῦσαι τὸν ὑπὸ τοῦ Θεοῦ τοῖς Ἰουδαίοις δεδομένον νόμον. Ταῦτα δὲ βουλευσάμενος, καὶ εἰς πέρας ἄξει τὰ βουλεύματα. "Καὶ ποιήσει γὰρ, φησὶ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὑτοῦ." Καὶ τοῦτο δὲ ἡ τῶν Μακκαβαίων βίβλος, καὶ ἡ Ἰω σήππου ἱστορία διδάσκει. κθʹ. "Καὶ εἰς τὸν καιρὸν αὑτοῦ ἐπιστρέψει, καὶ ἥξει ἐν τῷ Νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη" Ἀντὶ τοῦ, οὐχ ὁμοίως νικήσει καὶ ἰσχύσει, ἀλλ' ἡττηθεὶς ἐπανήξει. Τὸ δὲ εἰς καιρὸν αὑτοῦ τὸν ἐπιτήδειον