84
βουλῇ δικαίων." Ἀσεβεῖς δὲ ὄντες καὶ οἱ τηνικάδε Τύρον οἰκήσαντες, εἰς γῆν ζωῆς οὐκ ἀναστήσονται· ταύτην δὲ ὁ μακά ριος ∆αβὶδ χώραν ζώντων ὀνομάζει. "Ὅτι ἐῤῥύσα το γὰρ, φησὶ, τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἐκ τῶν δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων." Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ταύτην ποιεῖται τὴν διαίρεσιν. "Οὗτοι γὰρ, φησὶν, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον." Ἀπει λεῖ τοίνυν καὶ τοῖς τηνικαῦτα τὴν Τύρον οἰκοῦσι, μετὰ τῆς ἀσεβείας ζῶσιν, οὐ μόνον τοῦ Βαβυλω νίου τὴν ἔφοδον, καὶ τὸν δι' ἐκείνου γενόμενον ὄλε θρον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι βίῳ ἀλγεινά τε καὶ ἀνιαρά. Τί γὰρ ἀλγεινότερον τοῦ μὴ ἀναστῆναι ἐπὶ γῆν ζωῆς; Τούτοις ἐπάγει· καʹ. Ἀπωλείᾳ σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι, καὶ ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος. Ἅπαντες οἱ θεῖοι προφῆται καὶ οἱ ἱεροὶ ἀπόστολοι τοῦ αὐτοῦ Πνεύμα τος ἠξιώθησαν· οὐ τοίνυν ἀλλήλοις ἐναντία φθέγγον ται· πνεῦμα γὰρ ἀληθείας τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦ αὐτοῦ Πνεύματος οἱ θεῖοι ἠξιώθησαν προφῆται, καὶ ἀληθείας πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, σύμφωνα τῶν μακαρίων προφητῶν τὰ θεσπίσματα. Κἂν εὕρω μεν περιωρισμένην τῆς Τύρου τὴν ἐρημίαν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ, καὶ ἀκούσωμεν τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος τῇ Τύρῳ· "Ζητηθήσῃ, καὶ οὐχ εὑρε θήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος·" οὐ δια φωνεῖν φήσομεν τοὺς προφήτας, ἀλλ' ἐκ τῶν τῆς Γραφῆς ἰδιωμάτων τὸ ζητούμενον λύσομεν. Οἶδε γὰρ πολλάκις καὶ τὸν ὀλίγον χρόνον αἰῶνα καλεῖν ἡ θεία Γραφή. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου ∆αβὶδ εἰρημένον· "Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσ ώπου σου." Καὶ μὴν ὁ αὐτός φησιν· "Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος." Καὶ τοσοῦτον τοίνυν εἰδὼς τὸν ἀνθρώπινον βίον, αἰῶνα τοῦτον ὠνόμασε. Τὸ οὖν, "Οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα," τουτέστιν, εἰς τὸν ὁρισθέντα σοι τῆς ἐρημίας αἰῶνα· ὡρίσθη δὲ αὐτῇ ἑβδομηκονταέτης χρόνος διὰ Ἡσαΐου τοῦ προφήτου. Εἰ δὲ καὶ πνευματικώτερόν τις βουληθείη νοῆσαι τὸ χωρίον, εὑρήσει καὶ οὕτως ἀληθῆ τὴν προφητείαν. Ἐὰν γάρ τις ἐπιζητήσῃ τὴν Τύρον, οὐχ εὑρήσει ἐκείνην τὴν προτέραν· ἐκείνη μὲν γὰρ ἦν δυσσε βής· ἡ δὲ μετ' ἐκείνην τὴν ἐρημωθεῖσαν ἀνθήσασα καὶ ἀναθηλήσασα, εὐσεβὴς ὁρᾶται, τῷ τῆς θεογνωσίας καταυγαζομένη φωτί. Εἴτε οὖν κατὰ τὸ ῥητὸν βού λεταί τις νοῆσαι τὴν προφητείαν, εὑρήσει αἰῶνα ὀνομαζόμενον τὸν ὁρισθέντα αὐτῇ χρόνον· εἴτε εἰς τὸ 81.1076 βάθος τις βούλεται καταδῦναι, εὑρήσει πάλιν τὴν Τύρον οὐκ ἐκείνην οὖσαν τὴν Τύρον, ἀλλ' ἄντικρυς ἐναντίαν ἐκείνῃ.
ΚΕΦΑΛ. ΚΖʹ. αʹ-γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε
ἐπὶ Σὸρ θρῆνον. Καὶ ἐρεῖς τῇ Σὸρ, τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν. Φιλανθρωπίας Θεοῦ καὶ ἀγαθότητος ὑπερ βολὴν σημαίνει τὰ εἰρημένα. ∆ιδάσκει δὲ καὶ ἡμᾶς ὁ λόγος, παιδείαν τινὰ τοῖς ἁμαρτάνουσιν ἐπιφέρον τας, μὴ δυσμενείᾳ τινὶ καὶ ἀπεχθείᾳ κεχρημένους τοῦτο ποιεῖν, ἀλλὰ συμπάσχοντας καὶ λίαν ὀδυνωμέ νους. Καὶ γὰρ αὐτὸς ἐνδίκως καὶ μάλα δικαίως δικάζων, θρηνεῖν τῷ προφήτῃ τὴν κολαζομένην παρα κελεύεται πόλιν· παραδηλῶν τὴν διάθεσιν, ᾗ κεχρη μένος ἐκόλαζε. Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Σόρ· Σὺ εἶπας· Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου. (δʹ.) Ἐν καρδίᾳ θαλάσσης τῷ Βεελείμ. Τὸ ἀγνῶμον αὐ τῆς διὰ τούτων ἐλέγχει καὶ ὑπερήφανον· παρὰ γὰρ τοῦ Θεοῦ δεξαμένη τῆς εὐπρεπείας τὰς ἀφορμὰς, ἀχάριστος μὲν περὶ τὸν χορηγὸν τῶν ἀγαθῶν ἐγένετο· τῇ οἰκείᾳ δὲ σοφίᾳ καὶ δυνάμει ἐπέγραψε τὴν προσ γενομένην αὐτῇ τῶν ἀγαθῶν ἀφθονίαν· ἀνετίθει δὲ ταύτην καὶ τῷ Βεελείμ· οὕτω δὲ τὰ εἴδωλα ἡ θεία