De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἱππόδρομον, καὶ ἐκεῖ προσκυνεῖται ὑπὸ τῶν δομεστίκων καὶ προτηκτόρων ἅμα εἰσέλθῃ τὴν θύραν, καὶ δηριγευόμενος ἐξέρχεται ἔξω τοῦ ἱπποδρόμου, τῶν ἵππων ἑλκομένων ἐμπρὸς αὐτοῦ, καὶ ἀνέρχεται εἰς τὸ ὄχημα. καὶ ἕκαστος τῶν ἀρχόντων κατὰ τάξιν φιλεῖ τὰ γόνατα αὐτοῦ, καὶ μετὰ πάντας ὁ ἔπαρχος τῶν πραιτωρίων, ὡς ὀφείλων συγκαθίσαι αὐτῷ, καὶ ἐπιτρέπει ὁ βασιλεὺς, εἰ βούλεται, τοῖς ἄρχουσιν καθίσαι εἰς τοὺς ἵππους αὐτῶν, καὶ κάθηνται. ὁ δὲ ἔπαρχος φιλεῖ τοὺς πόδας τοῦ βασιλέως, καὶ ἀνέρχεται εἰς τὴν καρούχαν ἐκ τοῦ ἀριστεροῦ μέρους, καὶ ἵσταται, καὶ ἐπὰν ἐπιτρέψῃ αὐτῷ καθίσαι, πάλιν φιλεῖ τὰ γόνατα αὐτοῦ καὶ κάθηται. καὶ ὁ μουλίων ἵσταται, καὶ ἐπὰν κελευθῇ, καὶ αὐτὸς φιλεῖ κάτω τοὺς πόδας, καὶ κάθηται. ἔμπροσθεν δὲ βαστάζουσιν ὁ κουροπαλάτης καὶ ὁ δηκουρίων τὰ χρυσᾶ ῥαβδία. ἑκατέρωθεν δὲ κόμητες σχολῶν, οὓς ἂν κελεύσει, παραβαδίζουσιν κρατοῦντες τὰ μῆλα τῆς καρούχας. καὶ ἐπὰν φθάσουσιν εἰς τὰ ὀῤῥία, πρῶτον οἱ ἔπαρχοι κατέρχονται, καὶ τότε ὁ δεσπότης. ὡς δὲ εἰσέλθῃ εἰς τὰ ὀῤῥία, ἀ 701 παντᾷ αὐτῷ φορῶν λευκὸν χλανίδιον ὁ κόμης τῶν ὀῤῥίων καὶ σὺν αὐτῷ ὁ νουμεράριος, καὶ ἐπιδίδωσιν αὐτῷ τὴν γνῶσιν τοῦ ἀποκειμένου σίτου, καὶ περιέρχεται, καὶ ὁρᾷ πάντα. δεῖ δὲ παρακολουθεῖν τῷ βασιλεῖ καὶ ἀρχιτέκτωνα, ἵνα, ἐὰν θελήσῃ πληροφορηθῆναι, εἰ ταῖς ἀληθείαις τοσοῦτος σίτος ἀπόκειται, μετρήσῃ ὁ ἀρχιτέκτων τοὺς τόπους, οὓς ἂν συνίδῃ ὁ βασιλεὺς, καὶ εἴπῃ αὐτῷ τὸ ἀληθές. καὶ ἐξερχόμενος δίδωσι τῷ κόμητι τῶν ὀῤῥίων τετραγόνιον λιτρῶν δέκα, καὶ ὁλοσήρικον στιχάριον, καὶ τῷ νουμεραρίῳ τὰ αὐτά. καὶ ἐκεῖθεν ἐξελθὼν ἀνέρχεται εἰς τὸ ὄχημα, καὶ πάλιν οἱ ἔπαρχοι συγκάθηνται τὰ ὅμοια ποιοῦντες, εἴτε δὲ δόξῃ αὐτῷ διὰ τοῦ δεκίμου ὑποστρέψαι, εἴτε διὰ τῆς βαλνιαρίας. οἱ μὲν κόμητες καὶ οἱ τριβοῦνοι ἔξω τοῦ μεγάλου τρικλίνου ἀκούουσιν: λοξο, οἱ δὲ ἄλλοι ἄρχοντες εἰσέρχονται. καὶ ὁ ἔπαρχος τῆς πόλεως ἢ οἱ ἔπαρχοι συντάττονται ἐκεῖ. οἱ δὲ πατρίκιοι συνεισέρχονται, καὶ πάντα κατὰ ἔθος γίνεται, καὶ δίδονται μίσσαι τοῦ σιλεντίου. 702 ΚΕΦ. νβʹ. ΑΚΡΙΒΟΛΟΓΙΑ ΤΗΣ ΤΩΝ ΒΑΣΙΛΙΚΩΝ ΚΛΗΤΩΡΙΩΝ ΚΑΤΑΣΤΑΣΕΩΣ, ΚΑΙ ΕΚΑΣΤΟΥ ΤΩΝ ΑΞΙΩΜΑΤΩΝ ΠΡΟΣΚΛΗΣΙΣ ΚΑΙ ΤΙΜΗ, ΣΥΝΤΑΘΧΕΙΣΑ ΕΞ ΑΡΧΑΙΩΝ ΚΛΗΤΩΡΟΛΟΓΙΩΝ ΕΠΙ ΛΕΟΝΤΟΣ ΤΟΥ ΦΙΛΟΧΡΙΣΤΟΥ ΚΑΙ ΣΟΦΩΤΑΤΟΥ ΗΜΩΝ ΒΑΣΙΛΕΩΣ, ΜΗΝΙ ΣΕΠΤΕΜΒΡΙΩι, ΙΝ∆ΙΚΤ. Γʹ, ΕΤΟΥΣ ΑΠΟ ΚΤΗΣΕΩΣ ΚΟΣΜΟΥ ϛΥΗʹ, ΥΠΟ ΦΙΛΟΘΕΟΥ ΒΑΣΙΛΙΚΟΥ ΠΡΩΤΟΣΠΑΘΑΡΙΟΥ ΚΑΙ ΑΤΡΙΚΛΙΝΟΥ. Ἐπειδήπερ ἡμᾶς προετρέψασθε, ὦ φίλων ἄριστοι, εἰς τὰς τῶν ἀρχαίων ἐπικύμψαι συγγράμματα, κἀκεῖθεν τὸν προκείμενον νοῦν τῆς τῶν ἀξιωμάτων τάξεως σαφῆ τῷ λόγῳ ἀκριβῶς παραστήσασθαι, φέρε δὴ τῷ περὶ ὑμᾶς ἑλκόμενοι πόθῳ, καθ' ὅσον ἐφικτὸν, τὰ ἐφετὰ τῆς ὑμετέρας ἀγάπης σχετικῶς ἐκπληρώσωμεν. πολλῶν γὰρ ὄντων καὶ μεγάλων τῶν παρὰ τοῖς ἀρχαίοις καταλειφθέντων ἀξιωμάτων, πολλή τε καὶ μεγάλη καὶ δύσληπτος ἡ περὶ αὐτῶν ὑπάρχει σαφήνεια. καὶ γὰρ αἱ πολλαὶ τῶν ἀξιωμάτων ἀμαυρωθεῖσαι τῷ χρόνῳ προσκλήσεις, ἀλλὰ μὴν καὶ πᾶσαι αἱ μετ' ἐκείνας ἐφευρεθεῖσαι ἀξιωμάτων διαφοραὶ σύγχυσίν τινα παρεισάγουσιν τῆς ἀκριβοῦς αὐτῶν καταλήψεως. καὶ ἐπειδὴ τὴν ἡμε 703 τέραν ἀμάθειαν τῆς ἀκριβοῦς τούτων καταλήψεως τὴν συγγραφὴν ἐξῃτήσασθε, ὅσον τῷ νῷ ἀμυδρῶς ἐκ τῶν πρώην ἐγκειμένων καὶ νῦν πραττομένων περιλαβεῖν ἠδυνήθημεν, τῇ ὑμετέρᾳ φιλίᾳ περιφανῶς ἐκτιθέμεθα. εἰδέναι γὰρ ὑμᾶς βουλόμεθα, ὦ φίλοι, ὅτι πᾶσα μὲν τεχνῶν ἐπιστήμη πρός τι εὔχρηστον τέλος τῶν ἐν τῷ βίῳ συνέστηκεν. ἡ δὲ τῶν ἀρτικλινῶν ἐπιστήμη ἐν οὐδενὶ ἄλλῳ τὸ εὔχρηστον δείκνυσιν, ἀλλ' ἢ ἐν τῷ τάξει καὶ συστάσει καὶ ἀκριβεῖ διαθέσει τὰς τῶν ἀξιωμάτων διαφορὰς διαστέλλειν. καὶ γὰρ πᾶσα περιφάνεια βίου ἢ ἔνδοξος ἀξιωμάτων ἀξία ἐν οὐδενὶ ἄλλῳ τοῖς ὁρῶσιν ἐνδείκνυται, ἀλλ' ἢ ἐν τῇ κλήσει τῆς προκαθεδρίας τῆς ἐν τῇ λαμπρᾷ τραπέζῃ καὶ περιποθήτῳ συνεστιάσει τῶν σοφωτάτων ἡμῶν βασιλέων. εἰ δέ τις ἐκ τῆς ἡμῶν ἀπροσεξίας ἐπισφαλὴς προσγένηται σύγχυσις τοῖς βασιλικοῖς κλητωρίοις, οὐ μόνον τὰς τῶν βασιλικῶν ἀξιωμάτων ἀρετὰς καταριπτεῖ, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς καταγελάστους καὶ ἀχρείους τῆς διακονίας παρίστησιν. διὸ οὖν, ἀγαπητοὶ, δεῖ ἡμᾶς ἐν τῇ τοιαύτῃ λαχόντας διακονίας προσοχῇ μελέτης καὶ ἐπιστήμης τὰς τῶν ἀξιωμάτων κυριοκλησίας ἐν τῷ οἰκείῳ νωῒ περιγράφειν, καὶ εἶθ' οὕτως τὰς αὐτῶν διαιρέσεις καὶ ὑποδιαιρέσεις καὶ ἀκριβεῖς συστάσεις ἐκφωνεῖν καὶ ἐκτί 704 θεσθαι. ἀλλ' ἐπείπερ τὰς τῶν ἀρχαίων ἐκθέσεις οὐχὶ πάσας, ἀλλ' ὅσας ὁ χρόνος ἀμαυρωθῆναι ἐποίησεν, ἑκόντι παρεδράμομεν, φέρε δὴ τὰς ἐπὶ τῶν βασιλέων ἡμῶν, Λέοντος καὶ Ἀλεξάνδρου,