85
ἐν ἀνακωχαῖς ἦν καὶ ἐτρύφα, τῇ τῶν γυναικῶν αὐταδέλφων θεραπείᾳ θρυπτόμενος, αἷς καὶ εἰς πάντ' ἐχρῆτο, τῇ μὲν Μάρθᾳ, ὡς αὐτῷ φανείσῃ κατὰ μητέρα καὶ κατ' οἶκον ἀναγούσῃ, τῷ μεγάλῳ δομεστίκῳ εἰς ὁμόζυγον οὔσῃ, πολλοῦ τινος τιμωμένῳ τῷ βασιλεῖὁ περίπυστος δ' ἦν ἐκεῖνος Ταρχανειώτης, τῇ δ' Εὐλογίᾳ, ὡς καὶ αὐτῇ καλῶς ἐχούσῃ τοῦ ἤθους καὶ πλέον ἢ ἐκείνη τυρβα ζομένῃ πρὸς βασιλέα, οὐκ οἶδα δὲ εἰ καὶ τῷ ὑποτείνειν ἐλπίδας χρηστὰς ἐπὶ τῇ μεγαλοπόλει τῷ βασιλεῖ ὡς ταύτην αἱρήσοντι ἐκ μορσίμου. Τὸ δὲ μόρσι μον, μεθὸ μὲν ἡ πόλις ἑάλω, ἐκείνη τρανῷ διηγεῖτο στόματι καὶ ἀπεθαύμαζε λέγουσα, ἔδει δὲ καὶ τὴν πρὸ τοῦ λέγουσαν θέλγειν. Τὸ δὲ ἦν, ὡς κατακοιμί ζοιτο μὲν ὁ βασιλεύς, ὑπὸ τίτθης βρέφος, ἐν λίκνῳ ποτέ, πολλάκις δ' ἠγρίαινέ τε καὶ ἐκλαυθμύριζε, τὸν ὕπνον ἀποδιοπομπούμενον, ἐπεὶ δ' ἐκείνην ἔδει τινὶ 181 μελῳδίᾳ τὸ ἀγριαῖνον κατασιγᾶν, πολλὰ μὲν ἐκ μελέτης συνεῖρε καὶ ἐμελῴδει, οὐδενὶ δ' ἔθελγε τὸ παράπαν. Ἀλλ' ὅταν, μεμυκόσι χείλεσιν ὑποκοριζομένη, τὸ περὶ τὴν πόλιν διεξῄειἦν δὲ τὸ λεγόμενον ὡς εὖγε τῷ βασιλεῖ τῆς πόλεως καὶ ὡς κατὰ τὴν Χρυσέαν πύλην εἰσελθεῖν μέλλοι καὶ ὡς τὸ καὶ τὸ ἐκεῖσε μεγαλυνόμενος ἐκτελέσειεν, αὐτίκα τούτοις ὥσπερ σειρῆσι τὸ παιδίον θελγόμενον κατεσίγα καί πως μαλακῶς καὶ ἡδέως κατεκοιμίζετο. Οὕτως ἦσαν αἱ αὐτάδελφαι τῷ βασιλεῖ καὶ πάλαι μὲν εἰς προμήθειαν τὴν προσήκου σαν καὶ τότε δὲ πολυωροῦσαί τε καὶ κηδεύουσαι, ὑφ' αἷς λιπαρούσαις μὲν πολλά τισιν εἰς εὐεργεσίας ἔπραττε, συμβουλευούσαις δὲ προσεῖχε καὶ συγκατήνυε. Λέγεται δὲ καὶ ὡς βουλῇ σφῶν, καὶ μᾶλλον τῆς Εὐλογίας θατέρα γὰρ περὶ τὰ πλεῖστα μαλακώτερον εἶχεν, ἰδιωτεύειν τὸν Ἰωάννην αἱροῖτο.
κδʹ. Τὰ κατὰ τὸν χαλυφᾶν καὶ τοὺς Πέρσας ὅπως Τοχάροις ὑπετάγησαν. Τηνικαῦτα καὶ τῶν Τοχάρων, οὓς ἡ κοινὴ Ἀταρίους λέγει συνήθεια, δίκην συρρευσάντων χειμάρρου κατὰ Περσίδος, ὁ μὲν χαλυφᾶς χρυσοῖς παρ' ἐκείνων ψωμιζόμενος ἐτελεύτα, οὐ μᾶλλον κατὰ χρείαν σφαγῆς ἢ κατὰ χλεύην, ὡς ἐξὸν τὸν χρυσὸν ἐκχέειν καὶ νικᾶν τὸν ἐχθρόν, ὁ δ' ἠγάπα πλέον ἐκεῖνον ἢ ἑαυτόν, ὡς καὶ χρυσοτραγήσων ἄντικρυς. Καὶ ὁ μὲν οὕτως κατ' οἰκείαν κρίσιν δῆθεν ἐπνίγετο, τὰ δὲ τῆς Περσίδος ἤδη ἐνόσει καὶ κακῶς εἶχεν, ὡς μηδὲ δίχα φόβου καὶ αὐτὸν τὸν σουλτὰν Ἀζατίνην ἐᾶσθαι. Κατωρ ρώδουν γὰρ τὸ ἔθνος οἱ Πέρσαι καὶ κατημέλουν, ζητοῦντες καθ' αὑτὸν ὡς εἶχεν ἕκαστος σῴζεσθαι. Καὶ τὰ κατὰ τὴν ἀρχὴν δὲ τῆς Περσίδος ἐκλυδωνίζετο, τῶν σατραπῶν ἐπανισταμένων, ὥστε καὶ δύο τῶν μεγιστάνων ἐκεῖθεν προσχωρῆσαι τῷ βασιλεῖ, τὸν σουλτάν, ὡς βλακικῶς διῆγε καὶ κατ' 183 ἰδιώτην ἀκόλαστον, ἐκ τοῦ προχείρου ὑπεριδόντας· οἱ Βασιλικοὶ δ' οὗτοι ἦσαν, ἄνδρες ἐκ Ῥόδου μὲν ἀνέκαθεν ὄντες, ἐκ θυμελικῆς δ' ἐπιτηδεύσεως τῷ σουλτὰν προσῳκειωμένοι, οὐ μὴν δὲ ἀλλὰ καί, ὡς εὖ ἥκοντες τοῦ φρονεῖν, τὰ πρῶτα φέροντες ἐν ἐκείνῳ, βρύοντες δὲ καὶ χρυσῷ πολλῷ, ὅσος ἦν ἐν ἐκπώμασιν καὶ ὅσος κατειργασμένος εἰς χαλυφικὸν νόμισμα· τὸ δὲ τῶν βήλων, ἔτι δὲ λίθων καὶ μαργάρων αὔταρκες ἦν τοὺς εἰδότας θαυμάσαι. Παλαιᾶς γοῦν φιλίας τῆς πρὸς τὸν βασιλέα ὑπομνησθέντες, ἱκανοῦ δοκοῦντος σφίσι καὶ τοῦ κρατοῦντος, εὖ παρ' ἐκείνων παθόντος πάλαι, κατὰ τοὐπιὸν ἀπομνημονεύειν τὴν χάριν, βασιλέως καταστάντος καὶ δυναμένου, τὰ πιστὰ λαβόντες διὰ γραμμάτων ἐν ἀπορρήτοις βασιλικῶν καὶ τὰ καθ' αὑτοὺς εὖ διαθέμενοι, ὅλῳ ῥυτῆρι πρὸς τὸν βασιλέα χωροῦσιν ἐν αὐτομόλων σχήματι. Ὁ δὲ δέχεταί τε ἀσμένως καὶ τιμᾷ τοῖς προσήκουσι, τὸν μὲν παρακοιμώμενον τοῦ κοιτῶνος καταστησάμενος τὸν Βασίλειον, θάτερον δὲ τὸν Βασιλικὸν μέγαν ἑταιρειάρχην ἀποδείξας· καὶ ἐχρᾶτο τούτοις, δεξιοῖς ἐς ὅτι μάλιστα εἰς τὰ πράγματα φαινομένοις, καὶ ἡ πρὸς αὐτοὺς φιλία τοῦ βασιλέως προσῆν. Οἱ δέ, πολλὰ μὲν οἴκοθεν ἔχοντες, οὐκ ὀλίγα δὲ καὶ παρὰ τοῦ βασιλέως εἰς οἰκονομίαν λαβόντες, πιστῶς μάλα καὶ εὐνοϊκῶς, κατὰ Ῥωμαίους μετασχηματισθέντες, ὑπηρετοῦντο τῷ βασιλεῖ· οὐδὲν γὰρ οὕτως συνίστησι τὰς εἰς τὴν βασιλείαν εὐνοίας