βουμένους αὐτόν. Μετὰ τὸν θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ. Εἰ μὲν ουν φύσις ἡμῶν ἐστὶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα χαρίζεται βίον, καὶ μέχρις ἐκγό νων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομέ νην τῆς δικαιοσύνης ἀντίδοσιν. 103.1 Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε, Κύριε, ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. ̓Εξομολόγησιν καὶ εὐπρέπειαν ἐνε δύσω. ̓Εν μὲν τοῖς πρὸ τούτου ψαλμοῖς διὰ πλειόνων προτρέπεται τὴν ἑαυτοῦ ψυχὴν εὐλογεῖν τὸν Κύριον ὁ προφήτης, καὶ διεξέρ χεταί τινα περὶ αὐτοῦ ἐν αὐτῇ· η οὐδὲν λέ γων πρὸς αὐτὸν, ἐν τοῖς μεγάλοις Θεὸς μεγα λύνεται, ὁποῖος ην ὁ προβαίνων ̓Ισαὰκ, καὶ γενόμενος μείζων, εως γένηται μέγας σφόδρα, σφόδρα· καὶ Μωσῆς ὁ μέγας παρὰ πάντας ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς. Οὐκ οιμαι δὲ αὐτὸν ἐν τοῖς μικροῖς καὶ ἐπιδεχομένοις, διὰ τὴν μικρότητα, τὸ σκανδαλίζεσθαι, περὶ ων εἰσδεόμενοι, ἐντολῆς ανευ, κατευφρονήσω μεν αν αὐτοῖς· μανθάνωμεν ουν μὴ κατα φρονεῖν τῶν μικρῶν τούτων ... ̓Εξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω. - ̓Αντὶ τοῦ πάντα τὰ εργα σου εὐχαρισ τίας πεπλήρωται καὶ μεγέθους, καὶ μεγα λοπρέπειαν τοῖς πᾶσι ἐδείκνυσας, ὡς ἐξ ἱμα τίων καθαρῶν πολλάκις οἱ ανθρωποι τοῖς ὁρῶσι. Τοῦτο γὰρ αἰνίττεται τὸ ἐνεδύσω. - Γνησίως ἐξομολογούμενοι, καθ' ἑκάτερον ση μαινόμενον παρὰ τοῦ ἐξομολογεῖσθαι, ὑφαί νομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν ἐξομολόγησιν ην ἐνδύεται. Μετὰ δὲ τὴν ἐξομολόγησιν, πάντα εὐπρεπῶς τὰ δέοντα πράξαντες, καὶ ευξαν τες, καὶ εὐπρεπείας ετερον χιτῶνα ὑφαίνο μεν Κυρίῳ τῷ Θεῷ. - Η ουτως· ὁ Σύμ μαχος· Υμνον καὶ δόξαν ἠμφιέσω. Οὐκ εσ τιν γὰρ σὲ ἀγνοοῦσιν, [ἀλλὰ] τοῖς τῶν σῶν ἀπολαύσασι ἀγαθῶν· οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλὰ σὲ ὑμνοῦσι καὶ σοὶ τὸ τῆς δοξολογίας ἐκτείνουσι χρέος. -Η ουτως· ἀφορῶντες εἰς τὴν σὴν πρό νοιαν, [σὲ] ω δέσποτα, μεγαλύνομεν, τῆς σῆς προνοίας τὸ μέγεθος ἐκπληττόμενοι· ουτως τὴν ἡμετέραν ἐξομολόγησιν καὶ εὐ πρέπειαν, τουτέστι μετὰ αινου δοξολογίαν, ωσπερ τι περιβόλαιον ἀμφιέννυσαι, η τὸ ἐν μεγάλοις καὶ ὑπεραίρουσιν εχων τὸ πρέπον. ̓Εξομολόγησις δὲ τὸ πᾶσαν συμφωνίαν τῶν ἐναρμονίων εχει παραυτά· ἀλλὰ καὶ ἐνδύ σασθαι μεγαλοπρέπειαν καὶ τὴν ἐξομολόγη σιν φησίν. 103.2 ̓Αναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκ τείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Γινόμενοι δὲ φῶς, ωστε λάμψαι τὰ εργα ἡμῶν εμπροσθεν τῶν ἀνθρώπων, αλλο ἱμά τιον τῷ Κυρίῳ κατασκευάζομεν εἰς δόξαν αὐτοῦ, οντος ἡμῶν Πατρὸς τοῦ ἐν τοῖς οὐ ρανοῖς. - ̓Εκτείνων τὸν οὐρανὸν ὡς δέῤῥιν. Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδήλωσεν; ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι πρὸς τὸ ποιῆσαι σκηνὴν, ουτως ὁ τῶν ολων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διε πέτασε κύτη, λόγῳ μόνῳ χρησάμενος. 103.5 ̓Εθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφά λειαν αὐτῆς. ̔Ο δὲ ̓Ακύλας καὶ ὁ Σύμμαχος· ̓Επὶ τῆς εδρας αὐτῆς. 103.6 Αβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ. Εἰπὼν τὰ περὶ τῆς γῆς, μετέβη ἐπὶ τὸ υδωρ, ἑβραϊκῷ ηθει ἀῤῥενικῶς εἰπὼν τὸ α βυσσος, διὸ ἐπήγαγε τὸ αὐτοῦ. Καὶ γὰρ ̓Α κύλας καὶ Θεοδοτίων· Αβυσσον ὡσεὶ ενδυ μα περιέβαλες αὐτὴν, ητοι τῇ ὑγρᾷ οὐσίᾳ τὴν γῆν περιέσχες· πανταχόθεν γὰρ υδασι περιέχεται. Τὴν γὰρ ὑγρὰν οὐσίαν αβυσσον ἐκάλεσε, ητις πάσῃ τῇ γῇ ὡς ἱμάτιον περι κέχυται. Οιον καὶ τὴν αβυσσον, φησὶν, ου τως συνέχεις καὶ περιβάλλεις, ὡς ει τις πε ριβολαίῳ καὶ ἱματίῳ περιβάλοι τι πρᾶγμα καὶ συνέχοι αὐτὸ ἐν τῷ μέσῳ· διὰ ταύτην ουν τὴν αἰτίαν ὡς συνεχομένη μὲν ὑψοῦται, ἁπλωθῆναι δὲ πέρα τῶν οἰκείων ορων οὐ δύ ναται. ἀλλ' οταν ὑψωθῇ, ωσπερ ἐπιτίμησιν δεχομένη, δειλιᾷ καὶ συστέλλεται· μήποτε δὲ οιδεν αὐτὴν ἀκίνητον καὶ ἐν τῷ κέντρῳ. Τοῦτο καὶ οἱ ἑξῆς στίχοι δηλοῦσιν. 103.7,8 ̓Επὶ τῶν ὀρέων στήσονται υδα τα, ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσωσιν. ̓Αναβαίνου σιν ορη καὶ καταβαίνουσιν πεδία εἰς τὸν τό πον, ον ἐθεμελίωσας αὐτῷ. Υδατα, ἀντὶ τοῦ· ὑψούμενα μὲν, ορη μι μοῦνται, καὶ ὡς ορος εστηκεν. Καὶ τί τὸ με τὰ ταῦτα; ἐπιτιμᾷς αὐτοῖς, βροντὰς ἐπάγων, καὶ τρόπον τινα