σκυθρωπάζων ἐπορευόμην, κ. τ. ἑ. Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ, καὶ τερπομένους ἐπὶ γελῴοις. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν, κ. τ. ἑ. Τάχα δυνάμεις τινὰς λέγει ἁγίας ὑποχωρούσας ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν μα ταιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμε λέτησαν, κ. τ. ἑ. Ἐδόκει δέ μοι ματαιότης καὶ ἡ τῶν ἀποδεικτικῶν εἶναι δοκούντων λόγων βία σοφιστικὴ φαινομένη, δι' ἧς ἑλεῖν με προσεδόκουν οἱ τὴν ἐμὴν ζητοῦντες ψυχήν. ∆ολιότητα δι' ὅλου μελε τῶντες τοῦ βίου ἐλάλουν, φησὶ, πρὸς μὲ, ἐπιβουλήν μοι σκευάζοντες. Τῶν γὰρ ἀγγέλων λειπόντων, σφο δρότερον οἱ δαίμονες ἐπετίθεντο. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. Ἐδέχετο μὲν τοὺς λογισμοὺς τοῦ πειράζοντος, οὐκ ἤκουε δὲ αὐτῶν, μὴ ἐνεργῶν κατ' αὐτούς. Κω φότης δέ ἐστιν ἡ ἀπάθεια, δι' ἣν οὐκ ἤκουεν αὐτῶν. Ὅτι εἶπον, Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, κ. τ. ἑ. Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι χαίρουσιν, ἐπὶ δὲ τοῖς σαλευομένοις οἱ δαίμονες. Οἱ δὲ ἐχθροί μου ζῶσι, κ. τ. ἑ. Οὐ ταύτην τὴν ζωὴν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ζωή.» Οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβα λόν με, κ. τ. ἑ. Ἀνταπεδίδοσαν κακὰ ἀντὶ ἀγαθῶν, οὐ τῶν εἰς ἐκείνους γενομένων, ἀλλὰ τῶν ἁπλῶς γι νομένων διὰ τὸν Κύριον. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ, κ. τ. ἑ. Καλὸν προοίμιον προσ 12.1369 ευχῆς τὸ, «Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ· πρόσεχε εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου·» ἔχει γὰρ ἐν ἑαυτῷ καὶ τὴν ἁγίαν Τριάδα. 12.1388 ΨΑΛΜΟΣ ΛΗʹ. Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, κ. τ. ἑ. Ἐν τοῖς πειρασμοῖς φεύγει τὰ ἀγαθὰ ἐξ ἡμῶν, καὶ σιωπᾷ ἡ ψυχὴ ἐξ αὐτῶν. Ἐκεῖνα γὰρ φθέγγεται ἡ ψυχὴ ἃ γινώσκει, καὶ σιωπᾷ ἃ οὐ γινώσκει. Ἀγαθὰ δὲ εἶπε νῦν τὰς ἀρετὰς καὶ τὰς γνώσεις αἵτινες ἐν καιρῷ πειρασμοῦ διαφεύγουσι τοὺς πειραζομένους. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, κ. τ. ἑ. ∆υνατὸν μὲν τοῦ τῆς ὀργῆς ἐπιστάντος δαίμονος μὴ ὀργισθῆναι, ἀδύνατον δὲ τάχα μὴ θερμανθῆναι. Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, κ. τ. ἑ. 12.1389 Πέρας ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τῆς ἁγίας Τριάδος. Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, κ. τ. ἑ. Τὰ σωματικὰ πάντα ματαιότης ἐστὶν, ἡ γὰρ ἀσώματος φύσις κατ' εἰκόνα γεγένηται Θεοῦ. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, κ. τ. ἑ. Πᾶς ἄνθρωπος ζῶν ἐν εἰκόνι διαπορεύ εται, ἤτοι τοῦ Θεοῦ τηρῶν τὸ κατ' εἰκόνα, καὶ τὸ προκόπτειν εἰς τελειότητα, σύμμορφος γενόμενος τῆς εἰκόνος Θεοῦ, ἢ ἄλλου τινὸς ζώου, ἵππος θηλυμανὴς ἢ ἄλλο τι ἄλογον κατὰ τὸ ἦθος γινόμενος. Καὶ νῦν τίς ἡ ὑπομονή μου; κ. τ. ἑ. Σύ μοι τὸ δύνασθαι φέρειν κεχάρισαι· τὸ μηδὲν ἐξ ἀνθρω πίνης ἀσθενείας εἰπεῖν τι ἢ δρᾶσαι. Σὺ δὲ καὶ παι δεύσας ὑποστῆναί με καὶ φέρειν ἐποίησας. Ὁ εἰδὼς τὴν πλάσιν μου, καὶ τὴν ἀσθένειαν σύγγνωθι. Ὄνειδος ἄφρονι ἔδωκάς με, κ. τ. ἑ. Ἄφρονά φησιν, ὃν καὶ φθάσας ἁμαρτωλὸν εἴρηκε. Παρα δίδωσι δὲ ὁ Θεὸς εἰς ὀνειδισμὸν, πρὸς ἐξομολόγησιν μείζονα· ὅπερ ἀξιοῖ μὴ παθεῖν ὁ ταῦτα λέγων, ὡς ἀφ' ἑαυτοῦ ἐξομολογούμενος κατὰ τὸ δοκοῦν τῷ Θεῷ. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας, κ. τ. ἑ. ∆ύναται καὶ τοῦτο οὕτω νοεῖσθαι· Οὐδέποτέ σοι ὡς ἄλλοι προσῆψα ὡς αἰτίῳ τὰς ἐμὰς ἀνομίας. Εἰς τοῦτο γὰρ οὐδέποτε τὸ στόμα μου ἤνοιξα, ἀλλ' ἐκωφώθην. Ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπί δημος, καθὼς πάντες οἱ πατέρες μου, κ. τ. ἑ. Ὁ πολλάκις εἰπὼν, «Πλὴν ματαιότης πᾶς ἄν θρωπος,» ὁμολογεῖ πάροικος εἶναι, ἑτέραν δὲ ζωὴν ἀναψύξεως οἶδε, καὶ μετὰ δακρύων ἱκετεύει σπάνιον κατὰ τοὺς πατέρας πάροικον εἶναι, καὶ μὴ ἐνοικεῖν τῇ παρούσῃ ζωῇ. Ἐὰν οὖν, φησὶ, μὴ ἀφῇς μοι τὴν ἁμαρτίαν, καὶ ἀναψύξω πρὶν ἀπελθεῖν ἐκεῖ, οὐχ ἕξω μετανοίας καιρὸν, οὐδὲ ὑπάρξω ἐν τῇ παρὰ σοὶ ζωῇ. Ἤ, ὡς οὐχ ὑπαρχόντων ἁμαρτωλῶν, ἔσονται ὡς οὐκ ὄντες. Τοῦ αὐτοῦ. Πάντες οἱ τῶν δικαίων ὡς δικαίων πατέρες, πάροικοί εἰσι καὶ παρεπίδημοι, σκιὰν ἡγού μενοι τὸν βίον τὸν ἐπὶ τῆς γῆς.