De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
Ἀεὶ γὰρ φίλον τὸ συγγενές, καὶ οὐκ ἂν ἀπονοσφίζοιτο γενητὸν γενητοῦ, κατά γε τὸ εἶναι γενητά. Τὸ γὰρ ὀθνεῖον ἀεί πως ἐν τοῖς ἑτερογενέσιν, ἤγουν ἑτεροειδέσιν, οὐκ ἐν τοῖς ἕνα καὶ τὸν αὐτὸν τῆς φύσεως ὅρον ἀποτεμομένοις ὁρᾶσθαι φιλεῖ. Πῶς οὖν ἐνοι κίζεται τῇ κτίσει διὰ τοῦ Πνεύματος ὁ Υἱός; τί προστιθεὶς ἢ δωρούμενος, ἢ πρὸς ποῖον ὕψος ἀνακομίζων τὸ νοητόν, ἢ τί τὸ ἄμεινον ἐγχαράττων αὐτῇ; Πῶς δὲ οὐκ ὢν αὐτὸς ἐν ἀμείνοσι (πεποίηται γὰρ μεθ' ἡμῶν, ὡς γοῦν ἐκεῖνοί φασιν), ἑαυτὸν κενῶσαι λέγεται, ἢ ποίας ἂν ἐδεήθη συγκα ταβάσεως, ἵνα καθεὶς ἑαυτὸν ὡς ἐξ ὑψωμάτων τῶν ὑπὲρ τὴν κτίσιν, κόσμῳ συναφθῇ καὶ κόσμου γένηται μέρος, εἰ μὴ ὑπὲρ κόσμον ἐστὶ καὶ κτίσιν; {Β.} Ἀπορήσειν οἶμαι πρὸς τοῦτο αὐτούς. {Α.} Ἀνθότου δὲ δὴ μόνος αὐτὸς ἐλεύθερός τε καὶ ἐλευ θερωτής, καίτοι τῆς ὅλης κτίσεως δοῦλον ὑποτιθείσης τῷ Θεῷ τὸν αὐχένα; Ἀνούστατοι δὲ καὶ λεληρηκότες εἴημεν ἄν, ὦ φιλότης, εἰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ τῷ Θεῷ καὶ Πατρὶ συναΐδιον Υἱὸν ἐν τοῖς κατὰ χάριν θήσομεν. Ποῦ γὰρ ἡμῶν ἢ ποῖον ἔσται λοιπὸν τὸ ἀρχέτυπον, εἰ καθίκοιτο μεθ' ἡμῶν καὶ ὁ πρὸς ὃν μεμορφώμεθα πρὸς τὸ κατὰ θέσιν καὶ μίμησιν; {Β.} Εὐκρινέστατα μὲν ἡμῖν καὶ μάλα σαφῶς τὸν περὶ τούτου δοκεῖς διαπερᾶναι λόγον. Οἶμαι δὲ ἔγωγε τοὺς δι' ἐναντίας, Οὐ γὰρ, ὦ γενναῖοι, φράσαι, ποίημα τὸν Υἱὸν ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι, θεῖος δὲ καὶ μέγας ὁ τῶν ἀποστόλων ἔγνω χορός; Καίτοι Σολομῶν μέν φησι, τὸ τοῦ Υἱοῦ πρόσωπον ἐν προαγορεύσει ζωγραφῶν· "Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ." Ὅ γε μὴν τῶν ἄλλων ἔκκριτος Πέτρος· "Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός." Τί δὴ οὖν ἄρα φαῖμεν ἂν εἰ καὶ τοιοῖσδε πάλιν ἡμᾶς ἐκπολιορκοῖεν λόγοις; {Α.} Τί δὲ δὴ ἕτερον ἢ ὅπερ ἐστὶν ἀληθὲς εἰπεῖν· "Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι;" Νοῦς γὰρ σοφίᾳ τῇ ἄνωθεν, ἣ ἐκ τοῦ τῶν φώτων καταχεῖται Πατρός, οὐ καταλαμ πόμενος παχύς τέ ἐστι καὶ μέλας, καὶ τὴν ἐκ τῆς δυσμαθείας ἀχλὺν διεκδραμεῖν οὐχ οἷός τε. Καί μοι δοκεῖ τὴν οὕτως ἀπηχθημένην καταναρκῆσαι νόσον, ἀναμέλψαι τε οὕτω πρὸς 534 Θεὸν τὸν θεσπέσιον ∆αβίδ· "Φώτισον τοὺς ὀφθαλμούς μου μή ποτε ὑπνώσω εἰς θάνατον." Ἄγε δὴ οὖν, γοργῷ τε καὶ ἀνανήφοντι νῷ, τὴν τῶν προκειμένων ἐκβασανίζοντες γνῶσιν, καὶ καθάπερ αἱ κυνῶν εὔρινοί τε καὶ καλαὶ τὴν ἄποπτον ἔτι καὶ τοῖς πονηροῖς οὐχ ἁλώσιμον ἰχνηλατῶμεν ἀλήθειαν. Ἐκτίσθαι μὲν γὰρ ὁμολογουμένως ἑαυτὸν εἴρηκεν ὁ Υἱός, οὐ μὴν ἀναιτίως τοῦτό γε ἔφη παθεῖν, πρὸς ἔργα δὲ μᾶλλον αὐτοῦ, καὶ "ἀρχὴν ὁδῶν αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ἡ κτίσις ἐν τούτοις κατασημήνειεν ἄν, οὐ τὴν ἐξ οὐκ ὄντων ποθέν, ἀλλὰ τὴν τοῦ ὄντος τε καὶ ὑφεστηκότος ἐπὶ τοιοῖσδέ τισι τοῖς πραχθη σομένοις παραγωγήν, καθάπερ ἀμέλει καὶ τὸν ὑφαντήν, ἤγουν σιδηρέα τυχόν, ἔξω τοῦ τι δρᾶν ἑστῶτάς τε καὶ νοουμένους, ἡ τοῦ πρὸς ἔργα διανιστάντος θέλησις, ἐνεργὸν μὲν γενέσθαι ποιεῖ πρὸς ὅπερ ἂν ἑκάτερος ἐπιτηδείως ἔχοι, ὑπονοηθείη δ' ἂν οὐδαμῶς καὶ πρὸς τὸ εἶναι παρενεγκεῖν. Εἰ μὲν οὖν ἐπενηνεγμένου τὸ παράπαν οὐδενὸς τὸ "Κύριος ἔκτισέ με," φησὶν ὁ Υἱός, οὐκ ἀπίθανον κομιδῇ, τό γε ἧκον εἰς ὑποψίαν, ἦν ἂν αὐτοῖς τὸ θρυλλούμενον. Ἐπειδὴ δὲ οὐχ ἁπλῶς οὐδὲ ἀσυμπλόκως ἐκτίσθαι φησίν, ἀλλ' εἰς ἔργα καὶ ἀρχὴν ὁδῶν· τί μὴ παρέντες τὸ ἀκαλλὲς αἱροῦνται τὸ ἄμεινον, ἐννοοῦντες ὅτι γέγραπται περὶ Θεοῦ· "Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν;" ∆οίης ἂν οὖν ἄρα γενητὸν εἶναι τὸν Θεὸν εἰ καί τῳ διαφημίζοιτο γενέσθαι καταφυγή; {Β.} Οὐδ' ὁπωστιοῦν. {Α.} Τί οὖν, εἰπέ μοι, μαθόντες, ἑτεροκλινῆ καὶ δυσήνιον ἔχουσι τὸν νοῦν, καὶ πολυπλόκοις φενακισμοῖς οἱονεί τινι παντευχίᾳ χρώμενοι, κατακρούουσιν οἱ διεστραμμένοι, καίτοι δέον ἀπορθοῦν εἰς ἀλήθειαν εὖ μάλα φιλεῖν καὶ τὸ μὴ σφόδρα θεοπρεπῶς εἰρῆσθαι δοκοῦν, διὰ τὸ ἀνθρώπινον καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τοῦ Υἱοῦ; Ἄλλως τε-φάναι γὰρ δὴ οἶμαι κἀκεῖνο πρέπειν-ὡς ἐκτίσθαι λέγων προστέθεικεν ὅτι καὶ γεγέννηται. "Πρὸ γάρ τοι βουνῶν ἁπάντων γεννᾷ με," φησίν. Ἢ τοίνυν τὴν