86
ὡς ἡ κατ' ἀξίαν χάρις τοῖς ἀξίως οἰσομένοις ἐξ ἑτοίμου προτεινομένη. Τότε καὶ ὁ σουλτάν, ἔτι μᾶλλον τῶν ἀμφ' αὐτὸν κραδαινομένων, ἅμα μὲν διὰ τὸ φανὲν τῶν Τοχάρων ἔθνος, ἅμα δὲ καὶ ἰδίων πραγμάτων ἕνεκα, καὶ μηδὲν ἔχων ὅ τι καὶ δράσειε, τῶν ἁπάντων διεγηγερμένων, ἔγνω ἅμα γυναιξὶ καὶ τέκνοις, πρὸς δὲ καὶ γηραιᾷ μητρί, χριστιανῇ ἐς τὰ μάλιστα οὔσῃ, καὶ ἀδελφῇ, καταφεύγειν εἰς βασιλέα, ὡς ἐκεῖθεν καὶ μόνως ἕξων βοήθειαν καὶ κατὰ καιρὸν ἐπανήξων αὖθις ἐξ ὑπερτέρας χειρὸς καὶ ἰσχύος· μηδὲ γὰρ πιστεύειν ἔχειν ἑτέρῳ τὴν σωτηρίαν, ἐπεὶ καὶ ὁ προρρηθεὶς Μελήκ, πρὸ χρόνων αὐτομολήσας, παρὰ βασιλέως κατείχετο, ὃν δὴ καὶ αὐτὸν ὑπώπτευεν ὁσημέραι μὴ λυθεὶς ἐπιστῇ μετὰ πλήθους καὶ οὐκ ἀνυστά οἱ τὰ εἰς ἀρχῆς κράτος ἐντεῦθεν γένοιτο. Ἐπίστευε δὲ καὶ ταῖς ἐς βασιλέα παλαιαῖς ἐκείναις 185 φιλοφρονήσεσι καὶ ἐθάρρει φανεὶς ἀνύσαι τὰ πρὸς θυμοῦ. Συμφορήσας τοιγαρ οῦν πλῆθος χρυσίων οὐ ῥᾳδίως ἀριθμητὸν καὶ τὸν Περσῶν πλοῦτον περιβαλ λόμενος, ἅμα γυναιξὶ καὶ τέκνοις, τοῦ Πισσιδίας προαγωγοῦντος, ὡς βασιλέα χωρεῖ. Ὁ δέ, ὡς εἰκὸς ἀσμένως δεξάμενος, οὐκ εἶχεν ὅ τι χρήσαιτο τούτῳ· πλὴν μάλα φιλοφρονησάμενος πρὸς ἐκεῖνον καὶ θαρρεῖν διδοὺς ὡς κατὰ καιρὸν ἐπανήξοι καὶ τὴν ἀρχὴν ἀναλάβοι, αὐτοῦ συνεργοῦντος, ἐφῆκε διάγειν ὥς οἱ σύνηθες ἦν αὐτῷ οἴκοι τῆς Περσίδος ἄρχοντι. Ὅθεν καὶ σέλμασι βασι λικοῖς τῷ βασιλεῖ παρηδρίαζε καὶ φοβεροὺς περὶ αὐτὸν εἶχε σωματοφύλακας καὶ τοῖς τῆς ἀρχῆς συμβόλοις ἐχρᾶτο, ἐρυθροβαφὲς πέδιλον ὑποδούμενος. Τὰ πιστὰ δὲ καὶ πρὸς τὸ εὖ πράξειν εἶχε διὰ τὴν ἐξ ὑπογύου χάριν ἣν κατὰ καιρὸν διδοὺς ἤλπιζε παρὰ τοῦ λαβόντος τὰ κρείττω· τὸ δὲ ἦν ἄρα οὐ σταθερά τις ἐλπὶς τοῖς νοοῦσι βαθύτερον. Ἀλλὰ τότε, τὸν καιρὸν θεραπεύων, ὁ βασι λεὺς τοὺς μὲν περὶ αὐτόν, καὶ μᾶλλον γυναῖκας καὶ τέκνα, κατὰ συντήρησιν πρὸς Νίκαιαν πέμπει, τῷ μὲν δοκεῖν τὸ ἀσφαλὲς ἐκείνοις παρέχων, ἐφ' ᾧ μὴ βλαβεῖεν, ἀφύλακτοι ὄντες· οὐδὲ γὰρ καλὸν ἐδόκει συνεκστρατεύειν τῷ βασιλεῖ, ἀήθεις ὄντας καὶ τῆς γυναικωνίτιδος· τὸ δὲ πάλιν σφᾶς διατρίβειν ἐπ' ἀνατολῆς, ἀναχωροῦντος τοῦ βασιλέως, μὴ καὶ εἰς κίνδυνον γένοιτο. Τὸν δέ γε σουλτὰν συμπεριάγων αὐτῷ σὺν προσηκούσῃ τιμῇ, τὴν ἐπὶ τοῖς ἐκείνου συνεσκίαζε πρᾶξιν, ἣν τῷ μὲν δοκεῖν, ὡς εἴρηται, ὑπὲρ ἀσφαλείας ἐκείνων προσέταττε, τῇ δ' ἀληθείᾳ δι' ἐκείνων τὸ ἀσφαλὲς ἐχόντων τὸ ἐν ἀσφαλεῖ τὸν σουλτὰν εἶναι καὶ μὴ συνισχημένον πραγματευόμενος. Προκατελάμβανε γὰρ τὴν πρὸς τὸν Τοχάρων ἄρχοντα Χαλαοὺ εἰρήνην, ὡς ἐνευκαιρήσοντος ἐντεῦθεν ἐκείνου τοῖς τῆς Περσίδος, μηδ' ὀνομαζομένου τοῦ σουλτὰν ἐν ταύτῃ. Καὶ διὰ τοῦτο, ἡμερῶν ἐφ' ἡμέραις τριβομένων, τὰ τῶν Περσῶν ὑπεκλίνοντο τοῖς Τοχάροις, ὡς καί τινας οὓς ἂν εἴποι τις σκηνί τας καὶ τῇ πολιτείᾳ ἀπηχθημένους, μὴ θέλοντας ὑποτάττεσθαι, καθ' αὑτοὺς εἶναι, ἐπειλημμένους τῶν ἡμετέρων ὀχυρωμάτων, πλὴν καὶ τὸν ἐντεῦθεν ὑπο 187 τοπάζοντας κίνδυνον, εἰ φανερῶς ἐπιτιθεῖντο, κατὰ μὲν τὸ κοινὸν καὶ καθόλου ἐνσπόνδους εἶναι τῷ βασιλεῖ, καθ' ἕνα δὲ νυκτὸς λοχῶντας, τοῖς ἐκ τῶν ἡμετέρων κλέμμασι χρῆσθαι· ἃ δὴ καί, τῶν ἡμετέρων ἐξ ἴσου πρὸς ἐκείνους ποιούντων, οὐ πόνος ἦν. Ἐκ παντὸς δὲ τρόπου τὸ ἔθνος τῶν Τοχάρων δι' ἐννοίας ἔχων ὁ βασιλεὺς ὡς ἀνυπόστατον τὴν ὁρμὴν κατὰ τὸ εἰκὸς δοκοῦν ἔχειν, ἄρτι κινῆσαν, τοὺς μὲν κατὰ τὰ ὀχυρώματα Πέρσας καὶ λίαν ὑπε ποιεῖτο, ὡς θριγγοῖς ἐλπίζων χρᾶσθαι, εἰ ἐπιβρίσειαν ἐκεῖνοι· ἐκείνοις δ' εἶχε διὰ μελέτης καὶ ἄλλως σπένδεσθαι διὰ κήδους· ἐπὶ τοσοῦτον γὰρ φοβερὸν ἐδόκει καὶ μόνον πρὸς ἐκείνους πόλεμον ἐννοεῖν ὥστε καὶ ἕως ἐκείνου καὶ τοὔνομα μόνον εἰς φόβον ἡγεῖσθαι καὶ δεδιέναι.
κεʹ. Ὅπως εἶχον οἱ πρὶν βασιλεῖς περὶ Τοχάρους ἀκουομένους. Πρώην μὲν γὰρ ὁ ∆ούκας Ἰωάννης κλέος μόνον ἐκείνων ἤκουε καὶ κατωχύ ρου τὰ φρούρια σίτῳ καὶ ἅρμασιν, ὧν τὸν μὲν καὶ εἰς χρόνους προσέταττεν ἀποτίθεσθαι, βούλλαις μολυβδίναις τὸν ἐνόντα τοῖς ἐποίκοις σφραγίζων, φέροντας δ' ἔξωθεν ἐπιτάττων