De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
αὗται εἰς μέρη ἓξ, οἷον εἰς στρατηγοὺς, εἰς δομεστίκους, εἰς κριτὰς, εἰς σεκρετικοὺς, εἰς δημοκράτας, εἰς ἴδια ὀφφίκια. 708 Τόμος αʹ. Περὶ ἀξιωμάτων βασιλικῶν εἰς τοὺς προβαθμίους. Τῶν δὲ κυρίως ἀξιωμάτων τῶν διὰ βραβείων παρεχομένων αἱ κυριοκλησίαι, εἰς ἃς καὶ ὀφείλουσιν δοῦναι συνηθείας, εἰσὶν αὗται. πρώτη μὲν τῶν ἄλλων ἁπάντων ὡς προβάθμιος τὴν εἰσαγωγὴν τῶν ἀξιωμάτων λαμβάνουσα ἡ τοῦ στρατηλάτου ἐπὶ θεμάτων ἀξίων, ἤτοι ἡ ἀπὸ ἐπάρχων ὀνομαζομένη, ἧς βραβεῖον, ἐγγεγραμμένος χάρτης, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ πρωτοασήκρητις "κδʹ, τοῖς πραιποσίτοις :λϛʹ. δευτέρα δὲ ἡ τῶν σιλεντιαρίων, ἧς βραβεῖον, χρυσᾶ ῥάβδος, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ δευτέρῳ "ϛʹ, τοῖς πραιποσίτοις "οβʹ. τρίτη ἡ τῶν βεστητόρων ἀξία, ἧς βραβεῖον, τὸ φιβλατώριον, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδει συνήθειαν τοῖς πραιποσίτοις "κδʹ, τῷ δευτέρῳ "ϛʹ. τετάρτη ἡ τῶν βασιλικῶν μανδατόρων ἀξία, ἧς βραβεῖον, ῥάβδος ἐρυθροδανωμένη, ἐκ χειρὸς βασιλικῆς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ πρωτοσπαθαρίῳ τῶν βασιλικῶν "ϛʹ, τοῖς πραιποσίτοις :ϛʹ. πέμπτη ἡ τῶν κανδιδάτων ἀξία, ἧς βραβεῖον, μανιάκιον χρυσοῦν τρίκομβον μέχρι τέρνων κεχαλασμένον, διὰ χειρὸς βασιλικῆς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "βʹ, τῷ παπίᾳ τῆς ∆άφνης "βʹ, τοῖς πραιποσίτοις "ϛʹ. ἕκτη ἡ 709 τῶν στρατόρων ἀξία, ἧς βραβεῖον, φραγέλιον χρυσοῦν ἐκ λίθων τιμίων κεκοσμημένον, ἐκ χειρὸς βασιλέως ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "βʹ, τοῖς πραιποσίτοις "δʹ. ἑβδόμη ἡ τῶν ὑπάτων ἀξία, ἧς βραβεῖον, χάρτης ἐγγεγραμμένος, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ πρωτασήκρητις "ϛʹ, τοῖς πραιποσίτοις "ιβʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "ϛʹ. ὀγδόη ἡ τῶν σπαθαρίων ἀξία, ἧς βραβεῖον, σπάθη χρυσόκανος, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ κατεπάνω "ϛʹ, τῷ δομεστίκῳ τῶν βασιλικῶν "δʹ, τοῖς σπαθαρίοις "ιβʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "βʹ. ἐννάτη ἡ τῶν σπαθαροκανδιδάτων ἀξία, ἧς βραβεῖον, μανιάκιον χρυσοῦν κεχαλασμένον κεκοσμημένον ἐκ περιλεύκιος, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "δʹ, τῷ τῆς καταστάσεως "ιβʹ, τῷ δομεστίκῳ τῶν βασιλικῶν "γʹ, τοῖς σπαθαροκανδιδάτοις "ιβʹ. δεκάτη ἡ τῶν δισυπάτων ἀξία, ἧς βραβεῖον, χάρτης ἐγγεγραμμένος, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδει συνήθειαν τοῖς πραιποσίτοις "ιβʹ, τῷ πρωτοασήκρητις "ϛʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "ϛʹ. ἑνδεκάτη ἡ τῶν πρωτοσπαθαρίων ἀξία, ἧς βραβεῖον, κλοιὸς χρυσοῦς περὶ τὸν αὐχένα ἐκ λίθων τιμίων κεκοσμημένος, διὰ χειρὸς βασιλέως ἐπισυγκλείεται. δίδωσι συνήθειαν τοῖς πρωτοσπαθαρίοις εὐνούχοις "κδʹ, τοῖς πρωτοσπαθαρίοις βαρβάτοις "κδʹ, τῷ κατεπάνω "ιηʹ, τῷ δομεστίκῳ τῶν βασιλικῶν "ϛʹ, τῷ 710 παπίᾳ καὶ τῷ δευτέρῳ "ϛʹ. εἰ δὲ εἰς τὸν χρυσοτρίκλινον παραδοθῇ, τῷ παπίᾳ δίδωσι "κδʹ. ἰστέον δὲ, ὅτι καὶ, δήμαρχος εἰ τιμηθῇ ἐξ αὐτῶν τις, δίδει τοῖς πραιποσίτοις "οβʹ. ὁμοίως καὶ ὁ τῆς καταστάσεως τοῖς αὐτοῖς πραιποσίτοις "οβʹ. δωδεκάτη ἡ τῶν περιβλέπτων πατρικίων ἀξία, ἧς βραβεῖον, πλάκες ἐλεφάντιναι κεκοσμημέναι σὺν κωδικέλλοις ἐγγεγραμμένοις εἰς τύπον τοῦ νόμου, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδονται. παρέχει δὲ τοῖς κοιτωνίταις, εἰ ἄρα καὶ μηνυθῇ, λίτρας βʹ. εἰς δὲ τὸ ἀποκόμβιον τοῖς πραιποσίτοις σὺν τοῦ κουβουκλείου καὶ τοῖς λοιποῖς χρυσοῦ λίτρας ηʹ. ταῦτα δὲ ὀφφικιάλιος καὶ στρατηγὸς δίδωσιν. ὁ δὲ ἄπρατος δίδει λίτρας ζʹ, καὶ τῷ τῆς καταστάσεως ἄνευ τοῦ ὀψικίου "ιβʹ, τὸ ὀψίκιον "πʹ, τῷ δευτέρῳ ὑπὲρ τῶν πλακῶν "κδʹ, καὶ εἰς τὰ ταβλία τοῦ χλανιδίου "κδʹ, τῷ κανικλείῳ ὑπὲρ τοῦ κωδικέλλου ιϛʹ, εἰς τὴν ἁγίαν Σοφίαν :λϛʹ. τρισκαιδεκάτη ἡ τῶν ἀνθυπάτων ἀξία, ἧς βραβεῖον, κωδίκελλοι ἁλουργοειδεῖς γεγραμμένοι, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδονται. δίδωσι συνήθειαν τὸν τοῦ κανικλείου "ηʹ, καὶ τῷ δευτέρῳ "δʹ, καὶ τοῖς πραιποσίτοις "κδʹ. τεσσαρεσκαιδεκάτη ἡ τῶν ἐνδοξοτάτων μαγίστρων ἀξία, ἧς βραβεῖον, χιτὼν λευκὸς ὢν χρυσοΰφαντος, καὶ ἐπωμὶς χρυσόταβλος, καὶ ζώνη δερματίνη κόκκινος ἐκ λίθων τιμίων κεκοσμημένη, ἥτις λέγεται βαλτίδιν, ἐπὶ τοῦ χρυ 711 σοστορίου ἐκ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ τῆς καταστάσεως τὸ καμίσιον αὐτοῦ, τοῖς δὲ πραιποσίτοις καὶ μαγίστροις συνεστιᾶται παρέχων αὐτοῖς καὶ δόματα ἱματίων. συνήθειαν δὲ τοῖς πραιποσίτοις καὶ μαγίστροις καὶ λοιποῖς τὴν τοῦ πατρικίου διπλὴν συνήθειαν παρέχει. πεντεκαιδεκάτη ἡ τῆς ζωστῆς πατρικίας ἀξία, ἧς βραβεῖον, πλάκες ἐλεφάντιναι ὁμοίως τοῖς πατρικίοις, ἐκ χειρὸς βασιλέως ἐπιδίδοται. δίδωσι συνήθειαν τοῖς βασιλικοῖς κληρικοῖς "κδʹ, τῷ δευτέρῳ "κδʹ, τοὺς