De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
γέννησιν διὰ τὸ ἐκτίσθαι λέγειν ἀναιρήσομεν, ἢ τὸ ἐκτίσθαι μεθέντες γεγεννῆσθαι δώσομεν. Ἀντεξάγουσι γὰρ ἀλλήλαιν αἱ λέξεις τὰ δι' ἀμφοῖν δηλού μενα, ἀλλ' ἔχει τὸ ἀψευδὲς ἐν ἀμφοῖν ὁ λόγος. Οὐκοῦν ὁ αὐτὸς γεγέννηται μὲν ἐκ Πατρὸς ὡς Θεός, ἔκτισται δὲ αὖ κατὰ τὴν σάρκα. Καὶ ἀναπείθει πρὸς τοῦτο λόγος ἡμᾶς ἱερός· "Ἰδοὺ γάρ, φησίν, ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, 535 ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός." Πῶς γὰρ ἂν γένοιτο μεθ' ἡμῶν Θεὸς ὢν ὁ Λόγος; Μῶν ἐγγύτητί τε καὶ σχέσει τῇ κατὰ τόπον, καὶ νόμῳ σωμάτων; Εἶτα πῶς τοῦτο οὐκ ἀπηχές; Οὐκοῦν, ὅτε τὴν πρὸς ἡμᾶς εἰσδέδεκται συμμορφίαν καὶ τὸ τῆς δουλείας σμικροπρεπές, καὶ καθίκετο μεθ' ἡμῶν ἐν γενητοῖς ὁ ἀγένητος, τότε γέγονε μεθ' ἡμῶν, καίτοι τοσοῦτον ἀνεστηκώς τε καὶ ὑπερκείμενος ὅσον ἂν νοοῖτο θεότητος φύσις πρὸς κτίσμα καὶ ποίημα. Τοιγάρτοι καὶ ὁ θεσπέσιος ∆αβὶδ ἀμετρήτοις τισὶ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν καθ' ἡμᾶς ἠρμένον καὶ ἐν ἀρρήτοις ὄντα ταῖς δόξαις ἐκάλει πρὸς συμμορφίαν τὴν πρὸς ἡμᾶς τὸν ἐκ Θεοῦ πεφηνότα Μονογενῆ, ψάλλων τε καὶ λέγων· "Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;" Ὁ γάρ τοι φύσεως νόμῳ διεστηκὼς καὶ τοῖς ἄλλοις ἅπασιν ἀσυμφυᾶ καὶ ἀνέμβατον ἀποτεμόμενος ἰδιότητα καὶ ὑπεροχὴν γέγονε μεθ' ἡμῶν, ὅτε τὴν ἑκούσιον δι' ἡμᾶς ὑπέστη κένωσιν. Εἰ δὲ μὴ οὕτως ἔχειν ἐροῦσι, τὸ ἀπεῖργον ἔτι, καθάπερ ἐγᾦμαι, παντελῶς οὐδὲν ἀνυποστόλως εἰπεῖν ὡς ἐρραψῴδηκε μάτην ὁ θεῖος ἡμῖν ἔν γε τουτῳῒ λόγος, μεθ' ἡμῶν γεγενῆσθαι λέγων τὸν Υἱὸν ὅτε γέγονεν ἄνθρωπος. Πότε γὰρ ἦν οὐ μεθ' ἡμῶν, εἴπερ ἐστὶ γενητός; {Β.} Εὖ λέγεις. {Α.} Εἰ δὲ δὴ καὶ λέγοιτο Χριστὸς γενέσθαι καὶ Κύριος, ἐννοήσεις ὅτι κεκένωκεν ἑαυτόν, μέτρον ὑποδὺς τὸ δουλο πρεπὲς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Καὶ ἦν, οἶμαί που, σοφόν τε καὶ ἀναγκαῖον, οὐχὶ τοῖς καθ' ἡμᾶς, οὐδὲ τῇ τῆς σαρκὸς ἀδοξίᾳ τὴν θείαν ἡττᾶσθαι φύσιν, ἀναπότριπτον ἔχουσαν τῆς δουλείας τὸ κατηγόρημα καὶ τὴν εἰσποίητον ἀδοξίαν, ἀλλὰ τὸ ἐκ τῆς δουλείας σμικροπρεπὲς τῇ τῆς θεότητος δόξῃ παραχωρεῖν. Οὐκοῦν ἐπείπερ ἐν δούλοις κεχρημάτικε δι' ἡμᾶς, ἀνεφοίτησε δὲ αὖ εἰς τὴν ἐνοῦσαν αὐτῷ καὶ ἀναπόβλητον κυριότητα, καὶ φύσεως νόμοις ἐρηρεισμένην, Κύριος κεκλῆσθαι λέγεται, καὶ μεθ' ἡμῶν γενέσθαι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ μέλλοιμεν, τῆς ἀληθοῦς θεωρίας ἠφειδηκότες, ἐπιπλέκειν τῷ Λόγῳ πάντα τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα πεπραγμένα τε καὶ εἰρημένα, δυσσεβήσομεν οὐ μετρίως. Γέγονε γὰρ ὑπὸ νόμον· καὶ μὴν ὁρατός τε καὶ ἁπτὸς καὶ βραχύ τι παρ' ἀγγέλους, "καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη," καὶ τὸν οὕτως οἰκτρὸν ὑπέστη θάνατον. Ἀναθετέον οὖν ἄρα τῇ τοῦ Λόγου φύσει, καὶ εἰ δίχα νοοῖτο σαρκός, 536 τὸ καὶ ἐν τούτοις εἶναι τυχὸν τοῖς ὧδε χθαμαλωτάτοις καὶ πολὺ νοσοῦσι τὸ δυσκλεές. Καὶ τί τὸ ἐντεῦθεν; Ἀπώλισθεν ὁ ἀγαπητὸς καὶ σύνεδρος τῷ Πατρὶ παντός, οἶμαι, λοιπὸν τοῦ πρὸς δόξαν αὐτὸν ἀνέχοντος τὴν θεοπρεπῆ, μᾶλλον δὲ κἂν γοῦν ἐν ἴσῳ τιθέντος τοῖς ἁγίοις ἀγγέλοις. Ἀνθότου δὴ οὖν, ὁ μὲν τοῖς θείοις ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ Πατρί, οἱ δὲ παρεστᾶσιν ἐν κύκλῳ, τὸ τῆς ὑπ' αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες μέτρον; Καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται Κύριος Σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγε ραίρουσιν εὐφημίαις, πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρ' οὖν οὐχὶ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας, τῆς ἀνωτάτω ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός; {Β.} Παντάπασι μὲν οὖν· τἀμὰ γὰρ ἐν τούτοις. Φασὶ δ' οὖν ὅμως εἰς ἔργα τοῦ Πατρὸς προβεβλῆσθαι τὸν Υἱὸν οὐχὶ μόνον ὅτε τὴν καθ' ἡμᾶς ὑπέδυ μορφήν, ἀλλ' ἐξ οὗ καὶ πέφηνεν, ἵνα δι' αὐτοῦ τὰ πάντα ἐργάσαιτο, καθάπερ ὀργανικήν τινα τὴν ὑπουργίαν ἐν τοῖς κτίσμασι τὴν παρ' ἑαυ τοῦ κίνησιν συνεισφέροντος. {Α.} Βαβαὶ τῆς οὕτω δεινῆς καὶ ἀκράτου θρασυστομίας! Ποίων γὰρ ἂν ἔτι φείσαιντο λόγων οἱ καὶ αὐτοῦ καταχέοντες τοῦ Θεοῦ καὶ Πατρὸς τὸ εἰκαιουργόν, καὶ τὸ ἥκιστα διαρκῆ πρὸς πᾶν ὁτιοῦν