87
σιτίζεσθαι, τὰ δὲ καὶ ἀναγκαῖα ἐτίθει τοῖς κτησομένοις, ὡς ἐκείνων πᾶν τὸ εἰς περιουσίαν ὂν ὑστερεῖν· προικοδοτοῦντας γὰρ μετὰ τὴν σεβασμίαν εἰκόνα τὰ ὅπλα προσέταττε καταγράφεσθαι· μηδὲ γὰρ ἔχειν εἰδέναι τί τὸ ἐξορμῆσαν τῶν σφῶν φωλεῶν ἔθνος καὶ ὁποίοις τοῖς ἤθεσι χρᾶται, κἂν εἰρηνεύειν θέλοι, κἂν μάχεσθαι. Τόσον ἦν ἄδηλον ἕως τότε τὸ ἔθνος· παρὰ πολλοῖς δ' ἐλέγοντο κυνοκέφαλοι καί γε διαίταις ἀπειρημέ ναις ἠκούοντο χρώμενοι, ὥστε καὶ ἀνθρωποφαγεῖν ἐπιστεύοντο. Θεοδώρου δὲ τὴν ἀρχὴν βασιλεύσαντος, ἐπεὶ ἐλέγοντο διὰ Περσίδος πρὸς ἐκεῖνον πρεσβεύεσθαικαὶ ἦν ὁ λόγος ἀληθινός, φόβος καὶ τάραχος ἦν. Ἔγνω δ' ὅμως ὁ βασιλεύς, τὸ φοβερὸν πλασάμενος, ἐκείνους κατασοφίσα σθαι. Καὶ πρῶτον μὲν προαπέστελλεν ὡς δῆθεν ἀγγελοῦντας ἐπὶ Περσίδος ὡς ἐπ' αὐτοὺς εὐτρεπίζοιτο, καὶ οἱ ταχυδρομοῦντες ἐπέμποντο· μισθὸς δ' ἦν τοῖς ἀγγελοῦσι ταῦτα, εἰ κινδυνεύοιεν ἐνιστάμενοι καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνυπόστατον πᾶσιν ὁμολογοῦντες ἔθνεσι, δαψιλῆ τέκνοις σφετέροις καὶ γυναιξὶ σιτηρέσια. Εἶτα δὲ τοῖς πρέσβεσι προσελαύνουσι πέμψας τοὺς ὑπαντήσοντας, ὡς δῆθεν καὶ σφίσι τὰς ὁδοὺς ὁδηγῆσαι, δι' ὅτι δυσχώρων 189 ἐξεπίτηδες τόπων ἐκείνους διαβιβάζειν προσέταττε, κἄν τις ἀποκναίων ἐρωτῴη τὴν δυσχωρίαν, οὕτω πᾶσαν ἔχειν τὴν τῆς Ῥωμαΐδος γῆν ἀποκρί νεσθαι, ὡς ἑτοίμως ἐχόντων τῷ μὴ εἰδέναι πιστεύειν. Ἐπεὶ δὲ καὶ πρὸς βασιλέα πολλὰ πονέσαντες παραγένοιντο, τηνίκα καὶ ἄλλ' ἄττα φοβερὰ ὑπενόει, ὡς αὐτίκα καὶ ἐκ τῆς θέας φοβήσων. Ἐπέταττε γὰρ τὰς δυνάμεις ἐν ταὐτῷ συνελθεῖν καί, ὁπλισθέντας κατὰ φρήτρας καὶ φῦλα καὶ τάξεις, ἐν ποσοῖς τισι τῶν ὁδῶν διαστήμασιν ἱσταμένους, καταφράκτους σιδήρῳ, φόβον κατὰ παιδιὰς ἐμποιεῖν· τὸ δέ γε τῆς γερουσίας καὶ ὅσον ἦν τῶν ἐν τέλει καὶ τῷ βασιλεῖ πρὸς αἵματος, πάντας πρὸς τὸ μεγαλειότερον ἐσκευασμένους καὶ στολαῖς καὶ γενναίῳ τῆς ψυχῆς παραστήματι, ὡς αὐτίκα τὸ κατὰ πόδας λαπάξοντας, πολλάκις διιόντας ἐξ ἀφανῶν, ἐς ταὐτὸ ξυμπίπτειν, ὡς τοὺς αὐτοὺς μὲν εἶναι ταῖς ἀληθείαις, δοκεῖν δ' ἄλλους καὶ ἄλλους καὶ μηδέποτε τοὺς αὐτούς, τρόπον δακτυλιδίου σφενδόνην μὴ ἔχοντος, ἤν τις βούλοιτο ἐπ' ἐκείνου τὸ πρότερον καὶ τὸ ὕστερον θεωρεῖν, ὡς τὸ αὐτὸ μὲν πολλάκις λαμβανόμενον εἶναι, δοκεῖν δ' ἕτερον τῇ μεταλλαγῇ· αὐτὸν δὲ βασιλικῶς ἐσταλμένον, μηδὲν τῶν φοβερῶν ἐλλείποντα, ἄνω που καθῆσθαι, σπάθην φέροντα ταῖς χερσί, βήλοις τε πολυτελέσι περικεκλεισμένον, ἄλλων καὶ αὐτῶν φοβερῶν περιισταμένων, ἱκανῶν ὄντων καὶ τούτων καταπλῆξαι τὸν ὁρῶντα καθ' ἑαυτούς· οὕτως ποιεῖν χρηματίζειν τοῖς πρέσβεσι, μακρὰν μὲν ἱσταμέ νοις, ὅσον εἰκάζειν τὸν βασιλέα καὶ ὁρᾶν τὰ δρώμενα, ἐξαίφνης δ' ἐξ ἀδήλου τῶν παραπετασμάτων διανοιχθέντων, οὕτως ἐγγενέσθαι σφίσι βλέπειν τὸν ἐπὶ τοῦ θρόνου μάλα σοβαρευόμενον, ὀλίγα τε εἰπεῖν καὶ ἀκοῦσαι, μεταξυ λογούντων τινῶν, φοβερὰ δὲ καὶ ταῦτα δοκοῦντα, ὡς μόνον λεγόμενα κατα πλῆξαι· καὶ οὕτως ἐπ' ὀλίγον ἀφοσιωσάμενον τὸν χρηματισμόν, ἀποπέμπειν διὰ τῶν αὐτῶν καὶ πάλιν δυσχωριῶν τοῖς ὁδηγοῖς ἐπαναγομένους. Τὰ γοῦν πρότερα ταῦτ' ἦσαν, καὶ οὕτω δεδιότας ξυνέβαινεν ἀντιφοβεῖν ἐκ συνέσεως. Τότε δ' ὁμαλῶς καὶ ἠπίως πάνυ ἐπεχείρουν πρεσβεύεσθαι μὲν ἐπ' ἐκείνους, ἐκεῖθεν δὲ πρέσβεις δέχεσθαι, ὡς αὐτίκα καὶ κατὰ κήδη σπένδεσθαι μελετᾶν. Οὕτω δὲ τῶν τῆς ἀνατολῆς μερῶν κρατυνομένων καὶ κατ' ἐλπίδας ἀγαθὰς ὄντων, τὰ κατὰ δύσιν καὶ αὖθις ἐκύμαινον. 191
κʹ. Περὶ τῶν κατὰ δύσιν καὶ ὅπως καῖσαρ προσέβαλεν ἐκ παρόδου τῇ πόλει. Ὁ γὰρ δεσπότης Μιχαήλ, μὴ εὐχερῶς φέρων στερούμενος τῶν φρουρίων καὶ τῆς χώρας ἀπεληλαμένος ἣν ὁ θεῖος αὐτοῦ καὶ πατὴρ ὁ Θεόδωρος, ὃς καὶ βασιλικῆς ἀναρρήσεως κατὰ δύσιν ἠξιώθη, τοῦ Ἀχριδῶν ταινιώσαντος Ἰακώβου, ἱδρῶσι πλείστοις καὶ σπάθῃ ἐκσπάσας τῶν Ἰταλῶν, τοῖς ἰδίοις προσεποιήσατο, τούτων μὴ φέρων ὁ Μιχαὴλ στερούμενος ἀνελάμβανέ τε τὰς πρὸς τὸν βασιλέα συνθήκας καί, τοὺς κατὰ δύσιν ὑποποιούμενος, εὐχερῶς πρὸς ἑαυτὸν διὰ τὸ καὶ ἄλλως τῶν