87
διαφόρων θεωρημάτωνΑμὼς γὰρ λαοῦ πόνος λέγεται, καθὼς προαπεδόθη, ἐπειδὴ τοίνυν, καθὼς εἴρηται, ταύτην ἔχει τῶν ὀνομάτων ἡ σημασία τὴν δύναμιν, πᾶς δηλονότι φιλόσοφος καὶ εὐσεβής, ἀρετῇ καὶ γνώσει ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν δύναμιν, καθάπερ τῷ Ἐζεκίᾳ τῶν Ἀσσυρίων ὁ βασιλεύς, μίαν ἔχει πρὸς τὴν τῶν κακῶν λύσιν βοήθειαν τὸν Θεόν, ὃν ἱλεοῦται βοῶν ἀλαλήτως διὰ τῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν πλείονος ἐπιτάσεως, καὶ δέχεται πρὸς συμμαχίαν, μᾶλλον δὲ πρὸς σωτηρίαν, ἄγγελον, δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον, ἐκτρίβοντα πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀποστρέφοντα αὐτὸν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.
Ἡ πονηρὰ καὶ ὀλέθριος τοῦ διαβόλου βασιλεία, διὰ τῆς Ἀσσυρίων τυπουμένη βασιλείας, τὸν κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως πρὸς ἀνθρώπους συναγείρουσα πόλεμον, διὰ τῶν αὐτοῖς ἐμφύτων δυνάμεων τροποῦσθαι μηχανᾶται τὴν ψυχήν, τὴν μὲν ἐπιθυμίαν πρῶτον εἰς ὄρεξιν τῶν παρὰ φύσιν διερεθίζουσα καὶ τὰ αἰσθητὰ τῶν νοητῶν προτιμᾶν ἀναπείθουσα, τὸν δὲ θυμὸν ὑπεραγωνίζεσθαι τοῦ αἱρεθέντος ὑπὸ τῆς ἐπιθυμίας αἰσθητοῦ διεγείρουσα, τὸ δὲ λογικὸν τοὺς τρόπους ἐπινοεῖν τῶν κατ᾽ αἴσθησιν ἡδονῶν ἐκδιδάσκουσα, καὶ τούτων ἄρχειν τῶν δυνάμεων τὰ αἰσθητά, ἤγουν τῶν τῆς ψυχῆς δυνάμεων κυριεύειν τὸν χοϊκὸν χειροτονοῦσα νόμον.
∆υνατὸν οὖν ἐκάλεσεν ἡ Γραφὴ τὸν ἐπικείμενον τῆς ἐπιθυμίας πονηρὸν δαίμονα καὶ πρὸς τὰς τῶν αἰσχρῶν ἡδονῶν ἀπρεπεῖς ὀρέξεις αὐτὴν ἐκκαίοντα· οὐδὲν γὰρ φυσικῆς ὀρέξεώς ἐστι δυνατώτερον ἢ βιαιότερον. Πολεμιστὴν δὲ τὸν ἐπικαθήμενον τῷ θυμικῷ καὶ ὑπὲρ τῶν ἡδονῶν ἀπαύστως μάχεσθαι παρασκευάζοντα προσηγόρευσε δαίμονα. Ἄρχοντα δὲ τὸν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἀοράτως ἐπιφυόμενον καὶ πρὸς ἑαυτὸν τὰς ὀρέξεις τῆς ψυχῆς δι᾽ ἑκάστης αἰσθήσεως ἀπατηλῶς (14Β_366> ἐκκαλούμενον ὠνόμασεν· ἄρχοντα δὲ τοῦτον κέκληκεν ὁ λόγος, ἐπειδὴ παντὸς πέφυκεν ἄρχειν πάθους τὸ προσφυὲς αἰσθητόν· ἄνευ γάρ τινος ὑποκειμένου καὶ τὰς δυνάμεις τῆς ψυχῆς διὰ μέσης τινὸς αἰσθήσεως ἐπικινοῦντος πρὸς ἑαυτὸ πάθος οὐκ ἂν συσταίη ποτέ. Στρατηγὸν δὲ τὸν τῇ δυνάμει τοῦ τῆς ψυχῆς λογιστικοῦ καταχρώμενον εἶπε δαίμονα πρὸς ἐπίνοιαν κακῶν καὶ ἐξεύρεσιν πασῶν τῶν κατὰ κακίαν μεθόδων.
Πρόσωπον δὲ τοῦ διαβόλου τὸ λεῖον ὑπάρχει τῆς ἡδονῆς, δι᾽ οὗ πάσης ἀνεχομένης αὐτοῦ ψυχῆς πέφυκε δυναστεύειν καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητὰ τῆς τὸν νοῦν πιαινούσης τῶν νοητῶν θεωρίας προτιμώσης· ὅπερ πρόσωπον καταισχύνει ὁ διὰ προσευχῆς τὸν ἐκτρίβοντα πᾶσαν πονηρὰν δύναμιν παρὰ Θεοῦ κομισάμενος τῆς σοφίας λόγον, τουτέστι τὸν τελείως ἀφανιστικὸν τῆς διοχλούσης τῇ ψυχῇ πονηρᾶς τυραννίδος. Ἐξέτριψε γάρ, φησὶν ὁ λόγος, ἀλλ᾽ οὐκ ἔτριψεν. Ἡ μὲν γὰρ τρίψις τῆς ἐμπαθοῦς κατ᾽ ἐνέργειαν μόνης ὑπάρχει πράξεως κατάργησις, ἡ δὲ ἔκτριψις καὶ τῶν κατὰ διάνοιαν πονηρῶν κινημάτων παντελής ἐστιν ἀφανισμός.
Ἡ δὲ χώρα τοῦ βασιλέως Ἀσσούρ, λέγω δὲ τοῦ πονηροῦ καὶ ἀρχεκάκου δαίμονος, ἔστιν ἡ στιβαρὰ καὶ ἀπότομος τῆς κακίας καὶ ἀγνωσίας ἕξις, ἡ πάσης τῆς κατ᾽ ἀρετὴν ζωτικῆς θερμότητος καὶ παντὸς τοῦ κατὰ τὴν γνῶσιν νοεροῦ φωτὸς ἐστερημένη, εἰς ἣν μόνος ὁ διάβολος ἀποστρέφεται, μετὰ τὴν πεῖραν τῆς προσβολῆς μὴ δυνηθεὶς μετοικίσαι εἰς τὴν οἰκείαν ἕξιν, τὴν Ἱερουσαλήμ, τουτέστι τὴν θεοφιλῆ καὶ ἀπαθεστάτην ψυχήν, ἔχουσαν ἐν ἑαυτῇ τόν τε τῆς πράξεως καθάπερ Ἐζεκίαν τέλειον λόγον καὶ τὸν τῆς γνώσεως καθάπερ Ἡσαΐαν πεφωτισμένον νοῦν, τὸν Θεὸν ἱλεουμένους καὶ δι᾽ ἀγγέλου τὴν πονηρὰν ἐξαφανίζοντας δύναμιν.
Ἐγὼ μὲν οὕτως τοὺς τόπους ἐνόησα κατὰ τὴν ὑποῦσάν μοι δύναμιν. Εἰ δέ τις ὑψηλοτέρως ἐκδέχεσθαι δύναται τὰ εἰρημένα, καὶ ἑαυτῷ καὶ ἡμῖν χαρίζεται,