ἐχθροὶ ἠθέλησαν αὐτὸν ἀποθανεῖν, ὡς ἵνα σβέσωσι τὴν δόξαν τοῦ ὀνόματος αὐτοῦ· ἀλλὰ πρὸς τῷ μὴ ἀπολέσθαι καὶ κάμψει ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολο γήσεται. Εἴποις δὲ αὐτὸν καὶ ὑπὲρ τῶν αὐτοῦ μα θητῶν ποιήσασθαι τὴν εὐχὴν, οὓς ὥσπερ ψυχὴν αὐ τοῦ τυγχάνοντας νοσῆσαι κατ' ἐκεῖνον συνέβη τὸν καιρὸν καὶ ἡμαρτηκέναι, ὅτε πάντες καταλιπόντες αὐτὸν ᾤχοντο, Πέτρος δὲ καὶ τρίτον ἠρνήσατο. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει, κ. τ. ἑ. Οἱ ἀφανεῖς καὶ ὁρώμενοι ἐχθροὶ Χριστοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ὁ δὲ Ἰούδας εἰσεπορεύετο μὲν τοῦ ἰδεῖν τὰ γινόμενα, καὶ λεγόμενα ἐν παραβολαῖς, ἐλάλει δὲ μάτην, ἅτε μὴ χωρῶν αὐτὰ νοῆσαι, διὰ τὴν τυφλώττουσαν αὐτὸν κακίαν. Ἁρμό ζει δὲ τὸ ῥητὸν καὶ πᾶσι τοῖς ἀπόῤῥητα ἐπαγγελλομέ νοις τοῖς ἑτεροδόξοις. Ἢ ἔξω τοῦ Σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ἤδη γενόμενος μάτην ἐλάλει, διδάσκαλον προσαγορεύων τὸν Κύριον, τῆς καρδίας αὐτοῦ ἀνομίας συναγαγούσης. Οὗτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ἔξω τῆς Ἰησοῦ μαθητείας γινόμενος, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ Σωτῆρος, καὶ λάθρα τὴν προδοσίαν ἐκινοῦτο. Ἀλλὰ καὶ τοῦ πονηρὰ διαλογιζομένου, καὶ τοῦ ἐπι νοοῦντος τὰ αἱρετικὰ ἡ καρδία συνάγει ἀνομίαν αὐτῷ· ὅστις κἂν λάβῃ, ἐκπορεύεται ἔξω. Περὶ ὧν εἴ ρηται· «Τοῖς δὲ ἔξω ἐν παραβολαῖς·» καὶ, «Τοὺς ἔξωθεν ὁ Θεὸς κρίνει.» Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆ ναι; κ. τ. ἑ. Ἀναγκαίως λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνα τος. Ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις. Σὺ δὲ, Κύριε, ἐλέησόν με, κ. τ. ἑ. Τὸν ἔλεον καὶ τὴν ἀνάστασιν οὐχ ἑαυτῷ, ἀλλ' ἡμῖν αἰτεῖ. Ἔστι δὲ τὸ μὲν, «ἀνάστησόν με,» ἀνθρωποπρεπῶς· τὸ δὲ «ἀνταποδώσω αὐτοῖς,» δηλαδὴ τοῖς ἐχθροῖς, θεοπρε πῶς. Ἐπιχαίρει δὲ τοῖς ἡττωμένοις ὁ ἐχθρός. Εἶτα πάλιν ἀνθρωπινώτερον ἔφη· «Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με,» ἔν τε τῷ ἐλεῆσαι καὶ ἀναστῆσαι. Τουτ έστιν ἠγάπησας· ἐν ἀγάπῃ γὰρ πᾶν θελητόν. Ἐμοῦ δὲ ἀναστάντος οὐ μὴ ἐπιχαρῇ ὁ τῆς ἀνθρωπότητος ἐχθρὸς ὁ διάβολος, ὁ τὸν θάνατον δι' ἁμαρτίας ἐπα 12.1416 γαγών. Ἢ τάχα καὶ Ἰουδαίους αἰνίττεται. Καὶ τὸ «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν,» ἤτοι ἀμίαντον, ἀνθρω πινώτερον εἴρηται. Ἐβεβαιώθημεν δὲ ἐν Χριστῷ, καὶ τοῦτο ἐνώπιον τοῦ Πατρὸς γενόμενον εἰς τὸν αἰῶνα. ΨΑΛΜΟΣ ΜΑʹ. Ἐδίψησεν ἡ ψυχή μου πρὸς Θεὸν, κ. τ. ἑ. Πρὸς τὸν Θεὸν διψῶσιν οἱ ἐν τῷ Εὐαγγελίῳ ἐπὶ τῷ διψᾷν μακαριζόμενοι. Οὐκ εἶπεν· Ἐδίψησεν ἡ ψυχή μου τὸν Θεὸν, οὐ γὰρ Θεὸν πίνει ἡ ψυχὴ, ἀλλὰ «πρὸς τὸν Θεόν.» Τὰ γὰρ πρὸς Θεὸν ὁ ἅγιος διψὰ, ὥσπερ ὁ ἁμαρτωλὸς τὰ μὴ πρὸς Θεὸν, ἀλλὰ τὰ πρὸς κοσμικὴν ζωὴν, ἢ τὰ πρὸς διάβολον. Καὶ ὁ Σωτὴρ δὲ εἱστήκει καὶ ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Καὶ ὅτι μόνοι οἱ ἅγιοι ὀφθήσονται τῷ προσώπῳ τοῦ Θεοῦ, ἀποτρέποντος αὐτὸ ἀπὸ ἁμαρ τωλῶν. Ἢ ὡς ἀποστρέψαντος τοῦ Θεοῦ τὴν ἐποπτικὴν αὐτοῦ δύναμιν ἀπὸ τοῦ λαοῦ, ἀπεθρήνουν τὴν ἐνταῦθα ζωήν· πρὸς αὐτὸν δὲ καταντᾷν ἠβούλοντο τὸν Θεόν. Τοῦτο δὲ ἔλεγον παντὸς μώμου κεκαθαρμένοι· ὁ γὰρ ἐσπιλωμένος, «Ἀπόστρεψον, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.» Τοῦ αὐτοῦ. Εἰ τὸ πρόσωπον τοῦ Θεοῦ οἱ ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐπιθυ μεῖ γενέσθαι ὁ ∆αυῒδ καὶ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ. Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ, κ. τ. ἑ. Ὧν τὸ δάκρυα ἄρτος, μακάριοι οἱ κλαίοντες νῦν. Τε λείου ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν· ἐπεὶ ὁ ἀτελὴς ταράσσεται ὑπὸ τῶν ἔξωθεν, καὶ ἔξω τὴν ἑαυτοῦ ψυ χὴν ἔχει, ἀσχήμων καὶ ἐλεγχόμενος παρὰ πᾶσι, διὰ τῶν λόγων ἀπογυμνῶν τὴν ψυχήν. Ὁ δὲ ἅγιος συνά γει ἀπὸ τῶν πρὸς τὰ ἔξω τὴν ψυχὴν ἑαυτοῦ. Ὁ δὲ ἀπὸ διαθέσεως δακρύων τὰ δάκρυα αὐτοῦ ἄρτου δίκην τραφήσεται· οὐκ ἐν τοῖς ἀνετικοῖς μόνον, ἃ ἡμέραν καλεῖ, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς, ἃ νύκτα ὀνο μάζει. Τοῦ αὐτοῦ. Τροφιμώτατός ἐστι κλαυθμὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται. Ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἔστιν ὁ Θεός σου; κ. τ. ἑ. Ὁ Θεὸς μὲν ὡς δημιουργός ἐστιν ἐν πᾶσι τοῖς γεγονόσιν· ὡς δὲ ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς